1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

2

τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζή σας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατα σκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυ ραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι' ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐν νοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλ μῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον· αὕτη πρώτη περὶ τὸν ἄνθρωπον ἐδείχθη τοῦ Ποιητοῦ μετὰ τὴν δημιουργίαν πρόνοια· οὕτως ἐξ ἀρχῆς οἷά τις πατὴρ καὶ ἰατρὸς καὶ διδά σκαλος, κοσμῶν ὁμοῦ καὶ ἰατρεύων καὶ διδάσκων αὐτὸν τὴν ἀρετὴν, διετέλεσεν. ∆ʹ. ∆ιὰ τί τὴν γυναῖκα ἐκ τῆς πλευρᾶς ἐδημιούρ γησε. Οὕτως αὐτὸν διαπλάσας, οὕτως προσαγορεύσας, βοηθὸν αὐτῷ καὶ συνεργὸν καὶ τοῦ βίου κοινωνὸν παραχρῆμα ἐδημιούργησεν· οὐκ ἐκ μόνης δὲ τῆς γῆς, ὡς ἐπ' ἐκείνου, λαμβάνει τὰς ἀφορμὰς τῆς 75.1424 διαπλάσεως, ἀλλὰ μίαν τῶν πλευρῶν ἐκείνου λαβὼν, καὶ ταύτῃ καθάπερ τινὶ κρηπῖδι καὶ θεμελίῳ χρησά μενος, τὴν γυναικείαν φύσιν ποιεῖ· οὐχ ὕλης ἀπο ρίᾳ· μόνη γὰρ αὐτῷ βουλὴ πρὸς τὴν ὅλων δημιουρ γίαν ἤρκεσεν· ἀλλ' ἐν τῇ φύσει τῆς ὁμονοίας θελή σας ἐνθεῖναι τὸν σύνδεσμον. Φυτεύει καὶ παράδεισον, καὶ φυτοῖς αὐτὸν κατακοσμεῖ παντοίοις, καὶ τοῦτον ἐνδιαίτημα τῷ ἀνθρώπῳ χαρίζεται, δεδωκὼς αὐτῷ γυμνάσιον ἀρετῆς, ἐντολὴν οὐκ ἐπίπονον, οὐδὲ γέ μουσαν ἱδρῶτος, ἀλλὰ μάλα σωφρονοῦντι ῥᾳδίαν. Εʹ. ∆ιὰ τί νόμον αὐτῷ τέθεικεν. Πάντων γὰρ τῶν φυτῶν τοῦ παραδείσου κελεύσας ἀπολαύειν, ἑνὸς ἀπηγόρευσε τὴν μετάληψιν· οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποιηκὼς, ἀλλ' ἵνα τὸν πεποιη κότα γνωρίζῃ, καὶ ὥσπερ τινὰ ζυγὸν ἔχῃ τὸν νόμον τοῦ δημιουργήσαντος, ἵνα γινώσκῃ ὡς βασιλεύει μὲν τῶν ἐν τῇ γῇ, βασιλεύεται δὲ ὑπὸ πλάσαντος, ἄρχει καὶ ἄρχεται, δεσπόζει καὶ δεσπόζεται, ἡγεῖται καὶ ἄγεται. Ἄλλως δὲ καὶ πρόσφορος ἡ νομοθεσία τοῖς λογικοῖς· ἀλόγων γὰρ ἴδιον τὸ νόμων χωρὶς πολι τεύεσθαι· τὸν δὲ περὶ βρώσεως νόμον τέθεικεν αὐτῷ ὁ Ποιητὴς, ἐπειδὴ τῶν ἄλλων νόμων ἡ θέσις περιττὴ τηνικαῦτα ἦν. Τί γὰρ αὐτῷ καὶ ἀπαγορεύειν ἐχρῆν; Μὴ φονεῦσαι; Ἀλλ' οὐκ ἦν ὁ τοῦτο πεισόμενος. Ἀλλὰμὴ μοιχεῦσαι; Ἀλλ' οὐδὲ βουληθεὶς οἷός τε ἦν, γυ ναικὸς ἄλλης οὐκ οὔσης. Ἀλλὰ μὴ κλέψαι; Τὰ τί νος; Αὐτοῦ γὰρ ἦν ἅπαντα. Ἁρμόδιος τοίνυν ὁ κόσμος ἐκεῖνος ἦν τῷ τότε καιρῷ, καὶ οὐ μόνον τοῖς μόνοις οὖσιν, ἀλλὰ καὶ παιδίοις ἀρτιγενέσιν συμ βαίνων. ςʹ. Περὶ τῆς ἐξορίας τοῦ Ἀδάμ. Ἐπειδὴ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς εὐκολίᾳ τὴν ἀπάτην ἐδέξατο (ταύτην γὰρ ὡς ἁπαλωτέραν φενακίσας, πρότερον δι' αὐτῆς, ὡς πιθανωτέρας, τὸν Ἀδὰμ ὁ τῆς ἡμετέρας φύσεως ἀλάστωρ ἐπολιόρκη σεν), ἐξεβλήθη μὲν εὐθὺς τοῦ παραδείσου, καὶ πρὸς τὴν συγγενῆ γῆν παρεπέμφθη, ἱδρῶτι καὶ πόνῳ καὶ ταλαιπωρίᾳ συγκληρωθεὶς, καὶ οἷόν τινι χαλινῷ τῇ γηπονίᾳ καὶ κακοπαθείᾳ καὶ ταῖς ἄλλαις τοῦ βίου πονηρίαις παραδοθείς. Ὡς γὰρ τὴν ἄπονον ἐκείνην καὶ ἄλυπον οὐκ ἐνεγκὼν εὐγνωμόνως ζωὴν, τῇ δυσ ημερίᾳ συζεύγνυται, ἵνα τὴν ἀπὸ τῆς εὐημερίας φε ρομένην νόσον διὰ τῶν πόνων ἀποσκευάσηται. ∆ια κόπτει δὲ καὶ θανάτῳ τὸν δρόμον τῆς ἁμαρτίας ὁ νομοθέτης, καὶ αὐτὴν δείκνυσι τὴν τιμωρίαν φιλ ανθρωπίαν. Ἐπειδὴ