1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

14

Κʹ. Ὅτι οἱ προφῆται τελείως τὴν φύσιν ἀναλη φθῆναι θεσπίζουσι. Τούτοις συνῳδὰ καὶ Ἡσαΐας ὁ προφήτης θεσπίζει βοῶν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ὅ ἐστι μεθερμηνευόμενον, κατὰ τὴν τῶν Εὐαγγελίων δι δασκαλίαν, Μεθ' ἡμῶν ὁ Θεός· τὸ δὲ, Μεθ' ἡμῶν ὁ Θεὸς, μετὰ ἀνθρώπων ἑρμηνεύει Θεόν· εἰ τοίνυν τὸ κύημα τῆς Παρθένου ταύτην ἔλαβε τὴν προσηγορίαν, εὔδηλον ὡς ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἦν· τὸ μὲν ὑπάρχων, τὸ δὲ λαβὼν, καθ' ἑκάτερον τέλειος· διὰ μὲν γὰρ τοῦ, «Μεθ' ἡμῶν,» τοῦ ἀνθρώπου τὸ τέλειον δείκνυται· τελείως γὰρ ἡμῶν ἕκαστος ἔχει τοῦ ἀνθρώπου τὴν φύσιν· διὰ δὲ τοῦ, «Θεὸς,» καὶ τῆς προσθήκης τοῦ ἄρθρου, ἡ τοῦ Υἱοῦ θεότης γνωρίζεται· καὶ τούτου διδάσκαλος ὁ μακάριος Παῦλος λέγων· «Ἐν ᾧ κατ οικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·» καὶ ὁ θεόληπτος δὲ Λουκᾶς ὁ εὐαγγελιστὴς ἐναργῶς ἡμῖν δείκνυσι τὸν νοῦν τὸν ἀνθρώπινον τοῦ Σωτῆρος Χριστοῦ· «Τὸ παιδίον γὰρ, φησὶν, ηὔξανε, καὶ ἐκρα ταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς, καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν, μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροϊόντος, καὶ δι 75.1456 δασκαλίας δεομένου, καὶ τέχνης καὶ ἐπιστήμης δε κτικοῦ, καὶ κατὰ βραχὺ τά τε ἀνθρώπινα καὶ τὰ θεῖα γνωρίζοντος. ΚΑʹ. Ἀπόδειξις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τῆς τῶν φύσεων διακρίσεως, καὶ τῆς τοῦ Λόγου ἑνώσεως. Σαφέστερον δ' ἄν τις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τὴν θείαν φύσιν καὶ τὴν ἀνθρωπείαν κατίδοι, ταῖς ἐνεργείαις μὲν διῃρημένας, τῷ προσώπῳ δὲ συν ημμένας, καὶ τὸν ἕνα ὑποδεικνύσας Υἱόν. Οὐχ ἥκιστα δὲ καὶ τῆς Ἐπιστολῆς τὸ προοίμιον, ταύτην ἔχει τὴν διδασκαλίαν. Εἶπε γὰρ ὁ θεσπέσιος Παῦλος· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστά σεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυ νάμεως αὐτοῦ.» Καὶ δείξας αὐτὸν ὑπέρχρονον καὶ προαιώνιον (δι' αὐτοῦ γὰρ, φησὶν, καὶ τοὺς αἰῶνας ἐποίησεν), ἐπήγαγεν· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγα λωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοῖς κεκλη ρονόμηκεν ὄνομα.» Ἐναντίον δὲ τοῦ γενέσθαι, τὸ εἶναι· ὁ γὰρ ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, οὐ γίνεται κρείττων ἀγγέλων, ἀλλ' ἔστιν ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ Ποιητὴς, καὶ ∆εσπότης· εἰ δὲ ἐναντίον τοῦ εἶναι τὸ γενέσθαι, δι' ἐκείνου μὲν τὸν ἀεὶ ὄντα νοήσομεν, διὰ τούτου δὲ τὸ ἐξ ἡμῶν ἀναληφθὲν, καὶ κρεῖττον τῶν ἀγγέλων γε γενημένον, διὰ τὴν πρὸς τὸν ἀνειληφότα ἕνωσιν· πάλιν μετ' ὀλίγα, πρὸς μὲν τὸν Υἱόν φησιν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ὁ δὲ Θεὸς, καὶ μετὰ τοῦ ἄρθρου προσαγορευ θεὶς Θεὸς, καὶ τὸν θρόνον ἔχων εἰς τὸν αἰῶνα τοῦ αἰῶ νος, πῶς ἂν ὑπὸ τοῦ Θεοῦ χρισθείη; Πῶς ἂν χειρο τονητὴν λάβοι βασιλείαν, φυσικὴν ἔχων βασιλείαν; «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐκοῦν ἐναντίον τὸ εἶναι βασιλέα τοῦ εἰς βασιλέα χρισθῆναι, διὰ τὸ ἀγαπῆσαι δικαιοσύνην, καὶ μισῆσαι ἀνομίαν. Πόνων γὰρ ἆθλον ἡ τοιαύτη βασιλεία. Οὐκοῦν πάλιν τὸν μὲν Θεὸν, οὗ ὁ θρόνος εἰς αἰῶνα αἰῶνος, τὸν ἀεὶ ὄντα νοήσομεν· τὸν δὲ ὕστερόν ποτε χρισθέντα διὰ τὸ περὶ τὴν ἁμαρτίαν μῖσος, καὶ τὴν ἀγαπηθεῖσαν ὑπ' αὐτοῦ δικαιοσύνην, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ ∆αβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχον, οἷς πλεονεκτεῖ τῷ χρίσματι, ἐν ἑαυτῷ δεξά