1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

6

φαν τασίαν τινὰ ἀνθρωπείαν δηλοῖ, ἡ δὲ μορφὴ τοῦ δού λου, φύσις ἀνθρώπου· ἐναντία τίθησιν ὁ Ἀπόστολος· εἰ δὲ οὐκ ἐναντία τοῦ Ἀποστόλου τὰ ῥήματα, μά θωμεν ὡς ἡ τοῦ δούλου μορφὴ, οὐσία δούλου τυγχά νει. Τὸ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, οὕτως νοήσομεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, οὐ κατὰ πάντα ἴσος ἡμῖν ἐτύγχανεν· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς καὶ αὐτὸς, ἀλλ' οὐχ ὁμοίως ἡμῖν· ἐκ παρθενικῆς γὰρ ἐβλάστησε μήτρας· καὶ τέλειος μὲν ἄνθρωπος ἦν ὡς ἡμεῖς· εἶχε δὲ 75.1433 πλέον ἡμῖν τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησίν τε καὶ ἕνωσιν· καὶ σάρκα μὲν εἶχεν ἔμψυχόν τε καὶ λογι κὴν ὡς ἡμεῖς, τῶν δὲ τῆς ἁμαρτίας οὐκ ἠνέσχετο κινημάτων ὥσπερ ἡμεῖς, ἀλλ' ἐν σώματι ὑφ' ἁμαρ τίας πολεμουμένῳ, τὴν τῆς ἁμαρτίας τυραννίδα κατ έλυσε· διὰ τοῦτο ἐν ὁμοιώματι ἀνθρώπου γενό μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσεν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ· καὶ αὐτὸ δὲ τὸ ὄνομα τῆς ταπει νώσεως δηλοῖ τὴν τῆς ταπεινῆς ἀνάληψιν φύσεως. Ἄλλως τε περὶ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχοντος δια λεγόμενος, ἐπήγαγεν· «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» διδάσκων ὅτι ὁ ἀσώματος Θεοῦ Λόγος ὡς ἄνθρωπος ὤφθη, φύσιν ἀνθρωπείαν ἀναλαβών· διὸ καὶ τὸ «ὡς ἄνθρωπος» τέθεικεν, ἵνα μὴ τροπήν τινα γεγενῆσθαι νομίσωμεν τοῦ ἀοράτου Θεοῦ, ἀλλὰ πιστεύσωμεν ὅτι σάρκα λαβὼν ἔμψυχόν τε καὶ λογικὴν, Θεὸς ὢν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος· οὕτως ὁ μέγας τῆς εὐσεβείας προ αγωνιστὴς, ὁ μακάριος λέγω Παῦλος, τὰ ποικίλα καὶ διάφορα τῶν αἱρετικῶν κατέλυσε στόματα. Ἀλλ' ἐνταῦθα μὲν ἡμᾶς ὁ Λόγος παρήνεγκε, τὴν τῶν αἱ ρετικῶν ἐλέγχων ἐμβροντησίαν, καὶ δῆλα ποιῶν τοῖς τροφίμοις τῆς εὐσεβείας τῆς ἀληθείας τὰ δόγματα. Ἀναχωρεῖν οὖν, ὅθεν ἐξέβην, καιρός. ΙΑʹ. Τίνος χάριν τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἀνέλαβε Λόγος. Τοίνυν τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς οἰκτείρας ὑπὸ τοῦ Πονηροῦ πολεμουμένην, καὶ τοῖς πικροῖς τῆς ἁμαρτίας βέλεσι βαλλομένην, καὶ τῷ θανάτῳ παρα πεμπομένην, ἐπαμύνει τῇ εἰκόνι, καὶ τοὺς πολε μοῦντας καταγωνίζεται, οὐ γυμνῇ τῇ δυνάμει χρη σάμενος τῇ θεότητι, οὐδὲ τῇ ἐξουσίᾳ τῆς βασιλείας καταπλήξας τοὺς ἀντιπάλους, οὐκ ἀγγέλους στρατεύ σας, οὐδὲ τοὺς ἀρχαγγέλους εἰς συμμαχίαν λαβὼν, οὐδὲ κεραυνοὺς ἢ πρηστῆρας κατὰ τῶν ἐναντίων ὁπλίσας, οὐδὲ μετὰ τῶν χερουβὶμ φανεὶς ἐπὶ τῆς ἠπείρου καὶ τῶν ἡμετέρων ἀντιδίκων δικαστικῶς καταψηφισάμενος [ξοδ. μενδοσε καταψησάμενος], ἀλλ' εἷς τῶν ὑπευθύνων καὶ πολεμουμένων γινόμε νος, καὶ κατακρύψας τὸ μεγαλοπρεπὲς τῆς θεότητος τῇ εὐτελείᾳ τῆς ἀνθρωπότητος, καὶ τὸν ὁρώμενον ἄνθρωπον εἰς πάλην ἀλείψας, καὶ νικήσαντα στεφα νώσας· καὶ παιδόθεν μὲν τὴν ἀρετὴν ἐκδιδάξας, καὶ δικαιοσύνης εἰς ἀκρότατον ἀγαγὼν, ἀήττητον δὲ φυ λάξας, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐλεύθερον, συγχωρήσας δὲ ὅμως ὑπὸ θάνατον γενέσθαι, ἵνα τῆς ἁμαρτίας τὴν ἀδικίαν ἐλέγξῃ, καὶ τοῦ θανάτου καταλύσῃ τὸ κράτος. Εἰ γὰρ τῶν ὑπὸ τὴν ἁμαρτίαν γεγενημένων ὁ θά νατος ἐπιτίμιον, ὁ ταύτης ἀπηλλαγμένος παντάπασι, δηλονότι ζωῆς ἀπολαύειν, ἀλλ' οὐ θανάτου, δίκαιος ἦν· τοίνυν ἡττηθεῖσα ἡ ἁμαρτία, καὶ τὸν νικητὴν κατακρίνασα θανάτῳ, καὶ τὴν αὐτὴν ἐξενεγκοῦσα κατὰ τοῦ νενικηκότος ψῆφον, ἣν ἀεὶ κατὰ τῶν ἡττω μένων ἐξέφερεν, ἀδικοῦσα ἑάλω. Μέχρι μὲν γὰρ τοὺς ὑπηκόους τῷ θανάτῳ παρέπεμπεν, ὡς δίκαια ποιοῦσα 75.1436 συνεχωρεῖτο τοῦτο ποιεῖν· ἐπειδὴ δὲ τὸν ἀθῶον καὶ ἀνεύθυνον καὶ στεφάνων καὶ ἀναῤῥήσεων ἄξιον τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπέβαλλεν, ἀναγκαίως λοιπὸν ὡς ἄδικος τῆς ἐξουσίας ἐκβάλλεται. Καὶ τοῦτο διδάσκων