1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

3

γὰρ τῇ παραβάσει νομοθετῶν συνέζευξε θάνατον, παραβὰς δὲ ὑπὸ τὴν τιμωρίαν ἐκείνην ἐγένετο, οἰκονομεῖ τὴν τιμωρίαν σωτηρίαν γενέσθαι. ∆ιαλύει γὰρ τοῦτο τὸ ζῶον ὁ θάνατος, καὶ παύει μὲν τὴν τῆς πονηρίας ἐνέργειαν, ἀπαλλάττει δὲ πόνων, καὶ ἱδρώτων ἐλευθεροῖ, λύπας καὶ φροντί δας ἐλαύνει, τέλος τοῖς τοῦ σώματος δίδωσι πάθεσι. Τοσαύτῃ φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασεν ὁ κριτής! Ζʹ. ∆ιήγησις τῆς τῶν ἀνθρώπων ἀχαριστίας, καὶ τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀλλ' οὐδὲν ἐντεῦθεν τὸ ἀχάριστον γένος τῶν ἀν 75.1425 θρώπων ἀπώνατο· μείζοσι δὲ ἀγνωμοσύναις τὸν εὐ εργέτην ἠμείψατο. Εὐθὺς γὰρ ἀδελφοκτονία τολμᾶ ται, καὶ φθόνος, καὶ ψεῦδος, ἀκολασίαι τε καὶ ἀσέλγειαι, ἀδικίαι, καὶ ἀλληλοφονίαι, καὶ τῶν ἀλλοτρίων ἁρπαγαὶ, καὶ τἄλλα ὅσα ἐβλάστησεν ἡ ἁμαρτία κακά. Ἀλλ' οὐδὲ οὕτως ὁ Ποιητὴς ἣν διέ πλασεν ἀπηγόρευσεν φύσιν· σοφῶς δὲ αὐτὸ καὶ δια φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσ ηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετα τιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοι νὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰ κοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμω ρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθο νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων· νεύων αὖθις, καὶ τὰ λυπηρὰ μεταβάλλων, τοὺς τὴν εὐσέβειαν ἀγαπήσαντας οὐκ ἐῶν, καὶ τούτοις φαινόμενος, καὶ φιλικῶς διαλεγόμενος, καὶ διὰ τούτων προσημαίνων τὰ μέλλοντα. Ηʹ. Ὅτι φιλανθρωπίας γέμει ἡ τοῦ Θεοῦ ἐναν θρώπησις. Ἐπειδὴ δὲ ταῦτα, καὶ τἄλλα τὰ μυρία καὶ δυσδιήγητα τῆς θείας οἰκονομίας εἴδη ὀλίγους μὲν εὐηργέτησεν, οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων ἀνηκέστως διέκειντο, τότε δὴ, τότε τὸ μέγα καὶ ἄῤῥητον γίνεται τῆς οἰκονομίας μυστήριον· αὐτὸς γὰρ ὁ Λόγος τοῦ Θεοῦ, ὁ δημιουργὸς ἁπάσης τῆς κτίσεως, ὁ ἀχώρη τος, ὁ ἀπερίγραπτος, ὁ ἀναλλοίωτος, ἡ πηγὴ τῆς ζωῆς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ ζῶσα τοῦ Πατρὸς εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνει, καὶ τὴν οἰκείαν εἰκόνα νεοποιεῖ τῇ ἁμαρτίᾳ δια φθαρεῖσαν, καὶ τὸν ἀνδριάντα τὸν ὑπὸ τοῦ υἱοῦ τῆς πονηρίας παλαιωθέντα ἀνανεοῖ, καὶ τοῦ πρώτου χα ριέστερον δείκνυσιν, οὐκ ἀπὸ γῆς ὡς πάλαι τοῦτον δημιουργήσας, ἀλλ' αὐτὸς καταδεξάμενος· οὐ τὴν θείαν φύσιν εἰς ἀνθρωπείαν μεταβαλὼν, ἀλλὰ τῇ θείᾳ τὴν ἀνθρωπείαν συνάψας· μένων γὰρ ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν· καὶ τοῦτο ἡμᾶς διδάσκει ὁ μακάριος Παῦλος βοῶν· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ἐξ ὧν εὔδηλον, ὡς ἡ τοῦ Θεοῦ μορφὴ, μένουσα ὃ ἦν, ἔλαβε τὴν δούλου μορφήν· μορφὴν δὲ καλεῖ οὐ τὸ φαινόμενον μόνον τοῦ ἀνθρώπου, ἀλλὰ πᾶσαν τὴν ἀνθρώπου 75.1428 φύσιν· ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ, τοῦ Θεοῦ τὴν οὐσίαν σημαίνει, ἀνείδεον γὰρ τὸ θεῖον καὶ ἀσχημά τιστον, καὶ οὐδεὶς ἂν εἴπῃ μὴ παραπαίων, μορφὴν ἔχειν, καὶ μελῶν διαίρεσιν, τὸν ἀσώματον καὶ ἀσύν θετον,