1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

11

φύσεως; Ταῦτ' ἂν εἰκότως εἴποιεν οἱ τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενοι, εἴπερ ὁ Θεὸς Λόγος ἀληθῶς ἂν συνανέλαβεν ἄνθρωπον, τούτῳ τῷ τρόπῳ μηχανησάμενος τὸ ἀναμάρτητον. ΙΖʹ. Κατασκευὴ, ὅτι εὔλογος ἡ τοῦ νοῦ ἀνθρωπίνου ἀνάληψις. Ἀλλὰ τὴν μὲν ἀδολεσχίαν ἐκείνων καταλίπωμεν ἐπὶ τοῦ παρόντος· ἡμεῖς δὲ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν, καὶ δείξωμεν τὴν τοῦ Σωτῆ ρος ἡμῶν οἰκονομίαν ἀναγκαίως γεγενημένην. Ἐπει δὴ γὰρ ἅπας ὁ ἄνθρωπος ἠπατήθη, καὶ ἅπας ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ πρὸ τοῦ σώματος δὲ τὴν ἀπάτην ὁ νοῦς ὑπεδέξατο· ἡ τοῦ νοῦ γὰρ πρότερον συγκατάθε σις τὴν ἁμαρτίαν σκιαγραφεῖ, εἶθ' οὕτως διὰ τῆς ἐνερ γείας τὸ σῶμα ταύτην μορφοῖ, εἰκότως ὁ ∆εσπότης Χριστὸς τὴν πεπτωκυῖαν φύσιν ἀναστῆσαι βουλόμε νος, πᾶσι χεῖρα ὀρέγει, καὶ κειμένην ἐγείρει τὴν σάρκα, φημὶ, καὶ τὸν νοῦν, ὃς ἐγεγόνει κατ' εἰκόνα τοῦ Κτίσαντος· ἀόρατός τε γάρ ἐστι, καὶ ἀθέατος, ἀνέφ ικτος τε καὶ ἀκατάληπτος, οὐδ' ἑαυτὸν ἐπιστάμενος, πρὸς δὲ τούτοις καὶ ἀπερίγραφος· εἴπερ εἰς τὴν τῶν λογισμῶν ἀποβλέψαιμεν φαντασίαν, ἡγεμονίᾳ τε καὶ ἐξουσίᾳ τετιμημένος, τέχναις καὶ ἐπιστήμαις κεκο σμημένος, βραχύς τις καὶ νέος δημιουργὸς, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τοῦ ∆ημιουργοῦ μιμητὴς, βασι λεὺς τῆς ὁρωμένης κτίσεως, ἢ βασιλέως εἰκὼν, φόρους συλλέγων ἐκ γῆς, ἐκ θαλάττης, ἐξ ἀέρος, ἐξ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἐξ οὐρανοῦ καὶ νεφῶν, ἐκ προ βάτων καὶ βοῶν καὶ τῶν ἄλλων κτηνῶν, μᾶλλον δὲ πάντας αὐτῶν τοὺς καρποὺς δρεπόμενος· δι' αὐτὸν γὰρ ἐγένετο τὰ ὁρώμενα· Θεὸς γὰρ τούτων ἀπροσδεής. Οὔκουν ἠτίμασε τὸν οὕτω τίμιον, τὸν θεραπείας δεόμενον· οὐδὲ τὸ φθειρόμενον, καὶ νόσῳ καὶ γήρᾳ δου λεῦον καὶ θανάτῳ ἀνέλαβε, τὸ δὲ λογικὸν καὶ ἀθάνατον καὶ κατ' εἰκόνα γεγενημένον ὑπερεῖδε, καὶ ταῦτα κακῶς, ὥς φασι, διακείμενον· ἀλλὰ πᾶσαν τὴν φύσιν παλαιωθεῖ 75.1448 σαν ἐνεοποίησε. Καὶ τὸ μὲν αὐτῆς καινὸν ἀπειργάσατο, τὸ δὲ πεπαλαιωμένον καὶ διεφθαρμένον ἀνίατον εἴ ασε; καὶ ταῦτα τιμιώτατον ὑπάρχον, καὶ ἀθανασίᾳ τετιμημένον, καὶ λόγῳ κεκοσμημένον, καὶ τῆς τῶν νοητῶν μοίρας τυγχάνον· τῶν ἀτοπωτάτων γὰρ τὸ μὲν σῶμα τὸ πήλινον, καὶ χοϊκὸν, καὶ πάθεσι συνεζευγμέ νον, καὶ προσληφθῆναι, καὶ ἀναληφθῆναι, καὶ ἐκ δε ξιῶν τῆς μεγαλωσύνης καθιδρυνθῆναι· τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ' εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετι μημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικὸν, δι' ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπεῤῥίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς· δι' ὃν τὸ σῶμα τῆς λογικῆς ἐγένετο κτίσεως· δι' ὃν νομοθεσίαι, καὶ προφητεῖαι· δι' ὃν ἀγῶνες, καὶ πάλαι, καὶ νίκαι, καὶ ἀναῤῥήσεις, καὶ στέφανοι· δι' ὃν καὶ τὸ σῶμα τὸ συναθλοῦν, ἆθλον τῶν πόνων ἔχει τὴν τῶν οὐρανῶν βασιλείαν· δι' ὃν καὶ αὐτὴ τοῦ Σωτῆρος ἡμῶν ἡ παρουσία γεγένηται, καὶ τὸ τῆς οἰκονομίας ἐπραγματεύθη μυστήριον· οὐ γὰρ ὑπὲρ ἀψύχων ἢ ἀνοήτων τὰ σωτήρια κατεδέξατο πάθη, οὐδ' ὑπὲρ ἀλόγων κτηνῶν ἢ λίθων ψυχῆς ἐστερημένων, ἀλλ' ὑπὲρ ἀνθρώπων ψυχὴν ἀθάνατον ἔνοικον κεκτημένων. ΙΗʹ. Λύσις τῶν αἱρετικῶν προβλημάτων. Ἀλλ' ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπο λινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπε τάσματι χρήσασθαι· τοῦ δὲ νοῦ μὴ δεηθῆναι, αὐτὸν δὲ ἀντὶ νοῦ γενέσθαι τῷ σώματι. Ἀλλ', ὦ βέλτιστε, εἴποι τις ἂν πρὸς αὐτὸν, οὐδὲ τοῦ σώματος ὁ Θεὸς Λόγος ἔχρῃζεν,