1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

5

ἁμαρτίας περιγενέσθαι βελῶν· οὕτως κατ έκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, τὸ ἀσθενὲς αὐτῆς ἐλέγξας, καὶ τὴν τυραννίδα παύσας, καὶ νικᾷν οὕτω τοὺς ἀνθρώπους διδάξας· διὸ ἐπήγαγεν ὁ μακάριος Παῦλος, Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα τοῦ νόμου περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οὐκοῦν ἐδικαιώθημεν, τῆς ἁμαρτίας ἐν σαρκὶ κατακριθείσης· κατέκρινε δὲ ἐν σαρκὶ τὴν ἁμαρτίαν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος ὁ Σωτὴρ ὁ ἡμέτερος· τὴν μὲν ἀνθρωπείαν φύσιν ἀναλαβὼν, τὴν δὲ πάλαι ταύτης δεσπόζουσαν μὴ κα ταδεξάμενος ἁμαρτίαν. Οὕτως ὁ θεσπέσιος Παῦλος ἐν ὀλίγοις ῥήμασιν ἅπαν τῶν αἱρετικῶν τὸ στίφος διέλυσεν, Ἀρείου μὲν καὶ Εὐνομίου τὴν μανίαν ἐλέγξας, ἐν τῇ τῶν προειρημένων ῥημάτων ἀρχῇ· «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Οὐ γὰρ εἶπεν, ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ', «ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Οὐδὲ εἶπεν Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἑαυτῷ, ἢ ἴσα ἀγγέλοις, ἢ ἴσα τῇ κτίσει, ἀλλ' ἴσα, ἔφη, Θεῷ τῷ Πατρὶ, τῷ γεννήσαντι, ἀνάρχῳ, τῷ ἀγεννήτῳ, τῷ ἀπεράντῳ, τῷ τῶν ὅλων ∆εσπότῃ. Ἄρειος μὲν οὖν καὶ Εὐνόμιος ἰσχυρὸν ἐντεῦθεν ἐδέξαντο τῆς οἰκείας ἀσεβείας τὸν ἔλεγχον, καὶ Σα βέλλιος δὲ καὶ Μάρκελλος καὶ Φωτεινὸς, οἱ τὰς τρεῖς ὑποστάσεις ἀρνούμενοι, καὶ τὰς τῆς θεότητος συγ χέοντες ἰδιότητας, ἐντεῦθεν βλασφημοῦντες ἐλέγχον ται· ἕτερος γὰρ κατὰ τὴν ὑπόστασιν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ἕτερος ἐκεῖνος οὗ ἐν μορφῇ ὑπάρ 75.1432 χει· καὶ ἄλλος πάλιν ὁ μὴ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, παρ' ἐκεῖνον οὗ ἴσος ὑπάρχει, ἀλλ' οὐχ ἥρπασεν τὴν πρὸς αὐτὸν ἰσότητα. Πρὸς δὲ τού τοις καὶ ὁ ψευδώνυμος Παῦλος, ὁ τὴν μὲν πρὸ αἰώνων γέννησιν τοῦ Σωτῆρος ἀρνούμενος, Ἰουδαϊκῷ δὲ κεχρημένος φρονήματι, καὶ τὴν ἐκ Παρθένου μό νην ὁμολογῶν, ἐκ τῶν αὐτῶν τούτων λόγων, τὴν ἀξίαν τῆς ἀσεβείας αἰσχύνην καρποῦται· διδάσκεται γὰρ ὑπὸ τοῦ θείου Παύλου τὸν λαβόντα Θεὸν Λόγον, καὶ τὴν ἀνθρωπείαν φύσιν τὴν ληφθεῖσαν, τὴν προϋπάρ χουσαν μορφὴν τοῦ Θεοῦ, καὶ ἐν τῷ τέλει τῶν αἰώνων προσληφθεῖσαν ἀπ' ἐκείνης δούλου μορφήν. ∆ιδά σκεται δὲ πάλιν Ἀπολινάριος σὺν Ἀρείῳ καὶ Εὐνομίῳ, ὡς οὐχ ὁ Θεὸς Λόγος ὁ ἄτρεπτος, εἰς σαρκὸς φύσιν ἐτράπη, ἀλλὰ τὴν ἡμετέραν ἀναλαβὼν οὐσίαν, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν. Ἀπεδείξα μεν δὲ, δι' ὧν εἰρήκαμεν, μορφὴν δούλου τὴν τοῦ ἀνθρώπου προσαγορευομένην οὐσίαν· εἰ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, οὐσία τοῦ Θεοῦ· ἀμόρφωτον γὰρ καὶ ἀνεί δεον τὸ Θεῖον· ἁπλοῦν δὲ καὶ ἀσύνθετον καὶ ἀσχημά τιστον, καὶ ἡ τοῦ δούλου μορφὴ δηλονότι οὐσία δού λου εἰκότως ἂν νοηθείη· οὐσία δὲ δούλου, τουτέστιν ἀνθρώπου, οὐ τὸ φαινόμενον σῶμα μόνον, ἀλλὰ πᾶσα τοῦ ἀνθρώπου ἡ φύσις παρὰ τοῖς σωφρονοῦσιν νενό μισται. Πρὸς δὲ τούτοις οἱ πρωτοστάται τῆς ἀσεβείας, καὶ πρῶτοι τὴν βλασφημίαν κατὰ τῆς εὐσεβείας βλαστήσαντες, καὶ Χριστιανῶν μὲν ὄνομα ἑαυτοῖς ἐπιθέντες, πᾶσαν δὲ τὴν πολύθεον τῶν εἰδώλων πλά νην ὑπερακοντίσαντες, Μαρκίων, φημὶ, καὶ Μάνης, καὶ οἱ τῆς λοιμικῆς αὐτῶν καθέδρας μύσται καὶ γεί τονες, δι' αὐτῶν τούτων τῶν ῥημάτων τὴν οἰκείαν παραπληξίαν μανθάνουσι· τὴν κατὰ σάρκα γὰρ τοῦ Κυρίου γέννησίν τε καὶ ἐνανθρώπησιν οὐ δεχόμενοι, ἀκούουσι τοῦ θειοτάτου Παύλου διδάσκοντος, ὡς ἡ τοῦ Θεοῦ μορφὴ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἡ δὲ τοῦ δούλου μορφὴ οὐ φαντασία τις ἦν, οὐδὲ σκιὰ, οὐδὲ ἀέριον ἴνδαλμα, οὐδ' ἄλλο τι τῶν τοιούτων προσαγορεύεται, ἀλλ' ἡ τοῦ δούλου φύσις. Εἰ δὲ τὰ ἐπαγόμενα ἡμῖν προβάλλοιντο, «ἐν ὁμοιώ ματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους, «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, «πρῶτον αὐτῶν τὴν ἄνοιαν διελέγξωμεν· εἰ γὰρ τὸ, «ἐν ὁμοιώματι ἀν θρώπου, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,»