1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

21

δογματίζομεν, ἀλλὰ δύο μὲν τὰς φύσεις εἶναι καὶ μεμαθήκαμεν καὶ διδάσκομεν· ἕτερον γὰρ θεότης, καὶ ἕτερον ἀνθρωπότης· ἕτερον τὸ ὃν, καὶ ἕτερον τὸ γενόμενον· ἄλλο ἡ τοῦ Θεοῦ μορφὴ, καὶ ἄλλο ἡ τοῦ ἀνθρώπου μορφή· καὶ ἄλλο ἡ λαβοῦσα, καὶ ἕτερον ἡ ληφθεῖσα· ἕτερον ὁ λυθεὶς ναὸς, καὶ ἕτερον ὁ λυθέντα τοῦτον ἀναστήσας Θεός. ΛΒʹ. Ὅτι οὐ κρᾶσιν λέγειν ὅσιον, ἀλλ' ἕνωσιν ἐπὶ τοῦ Χριστοῦ. Οὐ τὰς φύσεις τοίνυν συγχέομεν, οὐδὲ κρᾶσιν ποιητοῦ καὶ ποιήματος δογματίζομεν, καὶ τῷ τῆς κράσεως ὀνόματι τὴν σύγχυσιν συνεισφέρομεν· ἀλλὰ καὶ τοῦ Θεοῦ Λόγου τὴν φύσιν γνωρίζομεν· καὶ τῆς μορφῆς τοῦ δούλου τὴν οὐσίαν γινώσκομεν, ἑκατέραν δὲ φύσιν ὡς ἕνα προσκυνοῦμεν Υἱόν· θάτε ρον γὰρ θατέρῳ Χριστὸς ὀνομάζεται, καὶ οὔτε ἡ τοῦ δούλου μορφὴ ψιλὴ, καὶ γυμνὴ τυγχάνουσα τῆς θεό τητος, τοῦτο πώποτε παρὰ τῶν διδασκάλων ἐκλήθη τῆς εὐσεβείας. Οἱ δὲ τὴν κρᾶσιν λέγοντες, τῇ κράσει τὴν σύγχυσιν συνεισφέρουσι· τῇ δὲ συγχύσει ἡ τροπὴ 75.1473 συνεισφέρεται· τροπῆς δὲ εἰσιούσης, οὔτε Θεὸς ἐπὶ τῆς ἰδίας μένοι ἂν φύσεως, οὔτε ἄνθρωπος ἐπὶ τῆς οἰκείας. Ἀνάγκη γὰρ ἐκστῆναι τῶν τῆς οὐσίας ὅρων ἑκάτερον, καὶ μήτε τὸν Θεὸν γνωρίζεσθαι Θεὸν, μήτε τὸν ἄνθρωπον, ἄνθρωπον. Τοῦτο δὲ οὐδὲ ἐπὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς λάβοι ἄν τις εὖ φρονῶν. Οὐ γὰρ τῷ σώματι τὴν ψυχὴν κεκρᾶσθαι, ἀλλ' ἡνῶσθαι, καὶ συνῆφθαι, καὶ οἰκεῖν, καὶ ἐνεργεῖν φαμεν. Καὶ οὔτε τὴν ψυχὴν θνητὴν, οὔτε τὸ σῶμα εἴποι τις ἂν ἀθάνατον, μὴ κομιδῇ παραπαίων, ἀλλὰ τὴν μὲν ἑκατέραν [φύσιν] διαιροῦμεν, ἓν δὲ ζῶον γνωρίζομεν τὸ ἐξ ἐκείνων [ξοδ. ἐκείνου] συγκείμενον· καὶ ἑκατέραν μὲν φύσιν διῃρημένοις ὀνόμασιν ὀνο μάζομεν, τὴν μὲν ψυχὴν, τὸ δὲ σῶμα, τὸ δὲ ἐξ ἀμ φοτέρων συνεστηκὸς ζῶον ἑτέρῳ καλοῦμεν ὀνόματι· ἄνθρωπον γὰρ προσαγορεύομεν. Ταῦτα τοίνυν καὶ ἐπὶ τῆς οἰκονομίας τὴν εἰκόνα λαβόντες, τῆς βλασφημίας ἀπαλλαγῶμεν ἐκείνης, καὶ τὴν κρᾶσιν καταλιπόντες, τῷ τῆς ἑνώσεως καὶ συναφείας καὶ κοινωνίας ὀνόματι χρώμενοι διατελέσωμεν· φύσεων μὲν [ξοδ. φύσεως] διάκρισιν, προσώπου δὲ ἕνωσιν δογματίζοντες. Οὕτω τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξομεν, τὰ μὲν ταπεινῶς εἰρημένα καὶ πεπραγμένα τῷ Σωτῆρι Χριστῷ, προσάπτοντες τῇ τοῦ δούλου μορφῇ· τὰ δὲ ὑψηλὰ καὶ θεοπρεπῆ καὶ μεγάλα, τῇ ὑψηλῇ καὶ μεγάλῃ καὶ πάντα νοῦν ὑπερβαινούσῃ ἀνατιθέντες θεότητι. ΛΓʹ. Ὅτι τῆς ἡμετέρας φύσεως ἡ εἰς οὐρανοὺς ἀνάληψις τὰς τοῦ Πνεύματος δωρεὰς ἡμῖν προεξένισεν. Ἀλλὰ καιρὸς ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον. Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, 75.1476 εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν