1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

12

ἀπροσδεὴς γάρ· ἠδύνατο δὲ καὶ μόνῳ προστάγματι τὴν ἡμετέραν πραγματεύσασθαι σω τηρίαν· ἀλλ' ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ κατορθούμενον κοινωνίαν, οὗ χάριν λαβὼν φύσιν τὴν ἡμαρτηκυῖαν, πόνοις αὐτὴν οἰκείοις δικαιώσας, τῶν τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαβό λου, καὶ θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε, καὶ διὰ τοῦ ληφθέντος παντὶ τῷ γένει τῆς ἐλευθερίας μετέδωκεν· ἀλλ' οὐδὲν τούτων εἰς νοῦν λαβὼν ὁ σοφώτα τος τὸν μεγαλοφωνότατον κήρυκα τῆς θεολογίας, τὸν εὐ αγγελιστὴν Ἰωάννην, μάρτυρα τῆς οἰκείας ἀνοίας ἔχειν ἡγεῖται· «Ὁ Λόγος γὰρ, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκή νωσεν ἐν ἡμῖν·» καὶ ταῦτα σαφῶς εἰδὼς, ὡς πολλαχοῦ τὸ πᾶν ἀπὸ μέρους ἡ θεία Γραφὴ προσαγορεύει, καὶ πὴ μὲν ἀπὸ τῆς ψυχῆς πάντα καλεῖ τὸν ἄνθρωπον, πὴ δὲ ἀπὸ τῆς σαρκὸς ὅλον τὸ ζῶον δηλοῖ· «Πᾶσαι γὰρ αἱ ψυχαὶ, αἱ εἰσελθοῦσαι, φησὶν, ἅμα Ἰακὼβ εἰς Αἴ 75.1449 γυπτον ἑβδομήκοντα πέντε. Εὔδηλον δὲ ὡς οὐκ ἀσώματοι ἦσαν οἱ τοῦ Ἰακὼβ υἱοί τε καὶ ἔκγονοι, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν ὁ ἱστοριογράφος ἐδήλωσε. Καὶ πάλιν· «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖ ται.» Οὐδεὶς δὲ ἔγνω πώποτε ψυχὴν ἄνευ σώματος ἁμαρτίᾳ περιπεσοῦσαν· καὶ αὖθις, «Οὐ μὴ κατα μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.» Καὶ ὁ προφήτης ἑτέρωθι, «Πᾶσα σὰρξ χοῦς [ιτα ξοδ., νον χόρτος], καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» καὶ ὁ μακάριος ∆αβὶδ, «Ἐμνήσθη, φησὶν, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμε νον, καὶ οὐκ ἐπιστρέφον.» Παντὶ δὲ δήπουθεν γνώρι μον, ὡς οὐκ ἄψυχοι ἦσαν οὗτοι ὧν κατηγορεῖ, καὶ οἷς νομοθετεῖ, καὶ ὧν ἑρμηνεύει τὴν φύσιν. Οὐ μόνον δὲ τοὺς κατηγορουμένους [λέγει ἡ Γρα φὴ], ἀλλὰ καὶ τῶν ἐπαινουμένων τοὺς κορυφαίους· καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Γαλάτας λέγων· «Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, ἀλλὰ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους ἀνῆλθον.» Εἰ δὲ οὐ μόνον ἐπὶ τοῦ σαρκικοῦ φρονήματος καὶ τῆς θνητό τητος, τὸ τῆς σαρκὸς φρόνημα λαμβάνεται, ἀλλὰ καὶ ἐπὶ πάσης τῆς τοῦ ἀνθρώπου φύσεως, εὔδηλον ὡς τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὸ φαινόμενον τοῦ ζώου μόνον, ἀλλ' ὅλον σημαίνει τὸν ἄνθρωπον· οὐδὲ τρο πήν τινα τῆς θείας οὐσίας εἰς σάρκα φησὶ γεγενῆ σθαι, ἀλλὰ τὴν ὑπὸ τοῦ Θεοῦ Λόγου ἀνάληψιν τῆς ἀνθρωπείας κηρύττει φύσεως· ὥσπερ γὰρ τὸ, «Χρι στὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» οὐ τὴν εἰς κατάραν μεταβολὴν τῆς τῶν ἀγαθῶν πηγῆς αἰνίττεται, ἀλλὰ τὴν δι' αὐτοῦ γενομένην τῆς ἁμαρτίας ἤγουν τῆς κατάρας ἀπαλλαγὴν, καὶ τὸ, «Γενέσθαι ἁμαρτίαν ὑπὲρ ἡμῶν τὸν μὴ γνόντα ἁμαρτίαν,» οὐ τὴν τῆς δικαιοσύνης σημαίνει τροπὴν (ἄτρεπτον γὰρ τὸ Θεῖον, καὶ ἀναλλοίωτον, ὡς διὰ τοῦ προφήτου βοᾷ· «Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι,») ἀλλὰ τὴν τῶν ἡμετέρων ἁμαρτημάτων ἀνάληψιν· «Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἴδε ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·» οὕτω τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὴν ἀλλοίωσιν λέγει τῆς Θεότητος, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἀνάληψιν· τὴν ἄφατον γὰρ τοῦ Θεοῦ φιλανθρωπίαν ὁ εὐαγγελιστὴς κηρύττων, ὡς ἐδίδαξεν ὡς ὁ ἐν ἀρχῇ ὢν, καὶ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὢν, καὶ οὐ δέποτε μὴ ὢν, ὁ δημιουργήσας πάντα, ὁ τὰ μὴ ὄντα 75.1452 εἰς τὸ εἶναι ποιήσας, ἡ ζωὴ, τὸ φῶς τὸ ἀληθινὸν, τὴν φθαρτὴν ἀνέλαβε φύσιν, καὶ τὰ τῶν ἀνθρώπων ᾠκειώ σατο πάθη, τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Καὶ μειζόνως αὐτοῦ δεῖξαι τῆς εὐεργεσίας τὸ μέγεθος ἐθελήσας, οὐ τῆς ψυχῆς ἐμνημόνευσε τῆς ἀθανάτου, ἀλλὰ τῆς σαρκὸς τῆς παθητῆς, τῆς θνη τῆς, τῆς φθειρομένης, τῆς ἐκ πηλοῦ γεγενημένης· καὶ ἀπὸ τοῦ μέρους τὴν πᾶσαν φύσιν ἐδήλωσεν, ὡς μαρτυρεῖ τὰ ἐπαγόμενα· «Ὁ Λόγος γὰρ, φησὶν, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἕτερος δὲ ὁ