1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

17

φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρ σίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός· ὑπὸ τοῦ Συμεὼν προσκυνεῖται, καὶ Σωτὴρ ὁμοῦ καὶ ∆εσπότης προσαγορεύεται· φεύγει τὸν Ἡρώδην μετὰ τῆς μητρὸς καὶ τοῦ κηδεμόνος, καταλαμβάνει τὴν Αἴγυπτον, ἐπανέρχεται πάλιν, ἀγωνιᾷ, εἰς τὴν Ναζαρὲτ παραγίνεται, ἡλικίᾳ καὶ σοφίᾳ προκόπτει, τοῖς γονεῦσιν ὑποτάσσεται, πάσης τιμῆς ἀξιοῖ οὐ μόνον τὴν μητέρα, ἀλλὰ καὶ τὸν τῆς μητρὸς πάλαι μὲν μνηστῆρα, μετὰ ταῦτα δὲ κηδε μόνα καὶ φύλακα, τὰς ἐννόμους ἑορτὰς ἑορτάζει, τῷ ἱερῷ προσεδρεύει, τὴν Ἰουδαϊκὴν ἐλέγχει παχύτητα· καὶ τοῦτο ποιεῖ δύο καὶ δέκα γεγονὼς μόνον ἔτη τέως μετὰ τὸν τόκον· ἐπιζητεῖται παρὰ τῶν προσηκόν των, ἀπολειφθεὶς ἐγκαλεῖται παρὰ τῆς μητρὸς, ἀπολογεῖται, καὶ ἠρέμα πως παραγυμνοῖ τὴν θεό τητα. «Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ἐν τοῖς οἰκείοις τοῦ Πατρός μου δεῖ εἶναί με;» ∆εικνὺς ὡς οὐ μόνον ἐστὶ τὸ ὁρώμενον, ἀλλὰ καὶ Θεὸς ἐν τῷ ὁρωμένῳ κρυπτόμενος, ὑπέρχρονος καὶ προαιώνιος ἐκ τοῦ Πατρὸς προελθών· καὶ ἵνα συντόμως εἴπω, παρα γίνεται πρὸς Ἰωάννην βαπτίζοντα, πείθει βαπτίσαι παραιτούμενον, προτυποῖ τὸ ἡμέτερον ἐν τῷ Ἰορ 75.1464 δάνῃ βάπτισμα, δίδωσι τέλος τῷ νόμῳ, καὶ τὴν θύ ραν ὑπανοίγει τῆς χάριτος, ὑπὸ τοῦ Πατρὸς οὐρανό θεν ἀνακηρύττεται, τῇ παρουσίᾳ τοῦ Πνεύματος δείκνυται, ἀνάγεται εἰς τὴν ἔρημον ὡς εἰς ἁρμοδίαν τινὰ παλαίστραν ὑπὸ τοῦ Πνεύματος, καὶ νηστεύει μὲν, οὐ πέρα δὲ τῶν μέτρων τῆς φύσεως, καὶ τροφῆς μὲν ἐφίεται, ἀλλὰ κρατεῖ τῆς ὀρέξεως, οὐ δουλεύει ταῖς ἡδοναῖς· καὶ καλεῖ μὲν τῇ πείνῃ τὸν ἀντίπαλον εἰς τὴν πάλην, περιγίνεται δὲ αὐτοῦ ἀνθρωπίνῃ φιλοσοφίᾳ, ἀλλ' οὐκ ἐξουσίᾳ θεότητος, ἀγωνίζεται, καταγωνίζεται, νικᾷ, ἐξελαύνει, τὴν τυραννίδα καταλύει, τὸ ἀσθενὲς ἐλέγχει, τὴν ἧτταν κηρύττει· «Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον·» προτρέπει πάντας εἰς ἀρετὴν, τὴν νομοθεσίαν τῶν θείων δογμάτων ποιεῖ, τὴν διὰ τοῦ προφήτου ἐπηγγελμένην καινὴν ∆ιαθήκην δίδωσιν, οὐρανῶν βασιλείαν ὑπισχνεῖται, τοῖς ἀμελοῦσιν ἀπειλεῖ τῆς γεέννης τὴν φλόγα. ΚΕʹ. Σύντομος τῶν ∆εσποτικῶν θαυμάτων δι ήγησις. Πιστοῦται τὰ λεγόμενα τῇ μεγάλῃ θαυματουργίᾳ, οἶνον ἀγεώργητον τῷ γάμῳ δωρούμενος, οἶνον χωρὶς κλημάτων ἐξ ὕδατος ἐργαζόμενος, οἶνον ἀστάφυλον τοῖς τοῦ γάμου δαιτυμόσι χαριζόμενος, εἰς οἶνον μεταβαλὼν τῶν ὑδάτων τὴν φύσιν, μὴ μεσιτευούσης ἀμπέλου, καὶ τῆς γῆς τὴν νοτίδα συλήσας, τιμῶν τὸν γάμον οὐ τῇ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τῇ θαυ ματουργίᾳ· ἐπειδὴ γὰρ ἐκ παρθενικῆς ἐβλάστησε μήτρας, καὶ παρθενίαν ἤσκησέ τε καὶ τοῖς λόγοις ἐξῆρε, καὶ τὴν ἀζυγίαν ἔργοις καὶ λόγοις ἐτίμησεν, ἵνα μή τις ἀκολασίαν εἶναι νομίζῃ τὴν συζυγίαν, καὶ ὡς παρανόμου τοῦ γάμου κατηγοροίη, τιμᾷ τὸν γάμον τῇ παρουσίᾳ, αὔξει τὴν τιμὴν τῇ τοῦ δώ ρου φιλοτιμίᾳ, λύει τοῦ νυμφίου τὴν ἀπορίαν, ἐκ πλήττει τοὺς συμπότας τῇ τοῦ καινοῦ πράγματος εὐοσμίᾳ, ἑαυτὸν διὰ τοῦ δώρου κηρύττει. Ἀγεώρ γητος γὰρ ὢν, τὸν ἀγεώργητον οἶνον δέδωκεν. Ἐκεῖ θεν τοὺς ἀῤῥώστους ἰᾶται, καὶ λόγῳ λύει τὰς νόσους, καὶ νεύματι τῶν παθῶν ἀπαλλάττει τοὺς κάμνοντας, τοὺς δαιμονῶντας τῆς λύττης ἐλευθεροῖ, δείκνυσι τοὺς μεμηνότας καθεστηκότας, σφίγγει τοὺς παρ ειμένους, ἀρτίποδας τοὺς χωλοὺς ἀπεργάζεται, δεί κνυσι τὸν ἥλιον τοῖς τὸ βλέπειν ἀφῃρημένοις, ἀνοίγει τὰς θύρας τοῦ σώματος δι' ὧν ἐπὶ τὰ ἔξω διαχεῖται τὸ τῆς ψυχῆς ὀπτικὸν, καὶ νῦν μὲν λόγῳ μόνῳ τοῦτο ποιεῖ, τὸν πηλὸν τὸν τῶν ὀμμάτων