1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

22

ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν. Ταῦτα ἐδίδαξεν ἡ χάρις τοῦ Πνεύματος, ταῦτα γῆν [ξοδ. δὲ προ γῆν] καὶ θάλατταν ἐξεπαίδευσεν, ταῦτα καὶ βάρβαροι μετὰ τὴν τοῦ Σωτῆρος αὐτῶν φιλοσοφοῦσιν ἐπιδημίαν, ταῦτα ἠπειρῶται, ταῦτα οἱ στρατιῶται, ταῦτα οἱ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντες. Λ∆ʹ. Προτροπὴ εὐχαριστίας, καὶ ἀποτροπὴ περιουσίας. Ἀνυμνήσωμεν τοίνυν τὸν τῶν ἀμυθήτων ἀγαθῶν χορηγὸν, τὸν ἐκ τῆς ἐσχάτης ἀλογίας εἰς τὴν προτέραν ἡμᾶς φύσιν ἐπαναγαγόντα, τὸν δι' ἡμᾶς πτωχεύσαντα, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· καὶ σὺν αὐτῷ τὸν γνήσιον αὐτοῦ Πατέρα, ὃς οὕτως ἠγάπησε τὸν κόσμον, ὡς δοῦναι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ὑπὲρ αὐτοῦ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· καὶ σὺν Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ βαπτιζόμενοι τὸν τῆς δωρεᾶς ἀῤῥαβῶνα λαμβάνομεν· δι' οὗ τὰς ψυχὰς φωτιζόμεθα, δι' οὗ τὴν οἰκονομίαν διδασκόμεθα, δι' οὗ τὴν θεολογίαν παιδευόμεθα, δι' οὗ τῆς ἀλογίας ἀπαλλαττόμεθα, δι' οὗ τῆς πλάνης ἠλευθερώθημεν, καὶ τὴν ἀλήθειαν ἔγνωμεν. Καὶ παυσώμεθα τὴν φύσιν πολυπραγμονοῦντες τοῦ ἀγεννήτου, εἰ καὶ αὐτὸς ἀγαθὸς καὶ δίκαιος, καὶ εἰ οἷόν τε εἶναί τινα μὴ γεννηθέντα ἢ γενόμενον· παυσώμεθα τὴν γέννησιν περιεργάζεσθαι τοῦ Μονογενοῦς, καὶ τὸν τρόπον ἐπιζητοῦντες, καὶ ἀγεννήτῳ καὶ γεννητῷ διαιτῶντες, καὶ μετροῦντες τὰ ἀμέτρητα· παυσώμεθα κακῶς ἀνιχνεύοντες τὴν τοῦ Πνεύματος πρόοδον, καὶ ζητοῦντες μαθεῖν ἃ μόνῳ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι γνώριμα· ἐμμείνωμεν οἷς ἐλάβομεν ὅροις· μὴ ὅρια μετενέγκωμεν ἃ ἔθεντο οἱ Πατέρες ἡμῶν· ἀρκεσθῶμεν τῇ δοθείσῃ διδασκαλίᾳ παρὰ τοῦ Πνεύματος. Μὴ βουληθῶμεν ὑπερβῆναι Παύλου τὴν γνῶσιν, ὃς ἐκ μέρους ἔφη γινώσκειν, καὶ ἐκ μέρους προφητεύειν, καὶ ἐν ἐσόπτρῳ βλέπειν καὶ ἐν αἰνίγματι τὴν ἀλήθειαν· ἀναμείνωμεν τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Τότε τὰ τέλεια μαθησόμεθα, ὅτε δι' ἀλαζονείας οὐ βλαβησόμεθα, ὅτε δι' ὑπερηφανίας οὐ πεσούμεθα, ὅτε ἐν ἀπαθείᾳ βιωσόμεθα. Οὐκοῦν ἐν τῷ παρόντι ταῖς τῶν πατέρων διδασκαλίαις ἐμμείνωμεν, ἵνα μὴ μείζω ζητοῦντες, καὶ τῶν ἐλαττόνων ἐκπέσωμεν· ὃ πέπον 75.1477 θεν ὁ προπάτωρ Ἀδάμ· καὶ γὰρ ἐκεῖνος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. ΛΕʹ. Ὅτι χρὴ Θεοτόκον καὶ ἀνθρωποτόκον λέ-γειν. Τοίνυν περὶ τὴν θεολογίαν μηδεὶς ἀπιστίαν νοσείτω, μηδεὶς περὶ τὴν οἰκονομίαν χωλευέτω, ἀλλὰ τὸν ἐκ Παρθένου γεννηθέντα Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὁμολογείτω καθ' ἑκάτερον· διὰ τοῦτο γὰρ καὶ Θεοτόκος καὶ ἀνθρωποτόκος ἡ ἁγία Παρθένος ὑπὸ τῶν τῆς εὐσεβείας διδασκάλων προσαγορεύεται· τοῦτο μὲν ὡς φύσει τὸν [δούλῳ] ἐοικότα γεννήσασα· ἐκεῖνο δὲ, ὡς τῆς τοῦ δούλου μορφῆς, καὶ Θεοῦ τὴν μορφὴν ἡνωμένην ἐχούσης οὕτω διὰ θεολογίας καὶ οἰκονομίας τὸν τὸ μυστήριον ἡμῖν τὸ ἀποκεκρυμμένον γνωρίσαντα ἀνυμνήσωμεν, καὶ διὰ τῆς τοῦ βίου καθαρότητος ναοὺς ἑαυτοὺς τῷ Θεῷ κατασκευάσαντες, ἔνοικον αὐτὸν λάβωμεν· καὶ ταῖς ἀκτῖσιν αὐτοῦ φωτιζόμενοι, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.