2
βασιλικήν, τοῦ Ἰούδα λέγω, γεγενημένης. μετὰ δὲ ταῦτα εἰς ἔριν ἐλθόντων Ἀριστοβούλου τε καὶ Ὑρκάνου τῶν ἀδελφῶν καὶ περὶ τῆς ἀρχῆς διαμαχεσαμένων τέλος εἰς τὸν Ἡρώδην ἡ βασιλεία περιέστη οὐκ Ἰουδαῖον ὄντα τὸ γένος· Ἀντιπάτρου γὰρ ἦν υἱὸς Ἰδουμαίου τυγχάνοντος. οὗ δὴ κατὰ τὸν τῆς βασιλείας καιρὸν ὁ δεσπότης ἀνεφάνη Χριστὸς παυσαμένων τῶν ἐκ τοῦ γένους βασιλέων τε καὶ ἀρχόντων.
7 Mt 2, 2 ∆ιὰ τοῦτο οἱ μάγοι ἐκήρυξαν τὸν Χριστὸν ὡς ἀνύποπτοι καὶ μὴ ὄντες ἐγχώριοι ὡς οἱ Ἰουδαῖοι, ἀλλ' ἐκ μακρᾶς γῆς ἐλθόντες, ἵνα διαφημίσωσι πᾶσι δι' ὧν ὥδευον τὴν αἰτίαν δι' ἣν ἀπῄεσαν εἰς τὴν Ἰουδαίαν. 9 Mt 2, 16 Οὐ μόνον τοὺς ἐν Βηθλεὲμ παῖδας, ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὁρίοις αὐτῆς ἐκέλευσεν ἀναιρεθῆναι οἰόμενος, ὅτι ἐν τῷ πλήθει τῶν αἱρουμένων συναναιρεθήσεται καὶ ὁ ζητούμενος. τοὺς ἀπὸ διετοῦς δὲ καὶ κατωτέρω ἐκέλευσεν σφαγῆναι· τοσοῦτον γὰρ ὑπώπτευσεν εἶναι χρόνον ἀπὸ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Χριστοῦ πῇ μὲν τῶν μάγων βραδυνάντων ἐν τῇ ὁδοιπορίᾳ, πῇ δὲ καὶ αὐτοῦ ἀσχοληθέντος διὰ τὴν βασιλικὴν φροντίδα. πλὴν καὶ προσετίθη τῷ χρόνῳ διὰ τὸ ἐπιτυχεῖν τοῦ σκοποῦ. οὐκ ἔστι δὲ τῆς τῶν παίδων ἀναιρέσεως <αἰτία> ἡ τοῦ Χριστοῦ γέννησις, ἀλλ' ἐκκάλυψις τῆς Ἡρώδου παιδοφονίας τότε ἀφορμὴν λαβούσης τοῦ κακοποιῆσαι, ἐπείπερ καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες οὐ τότε πονηροὶ γεγόνασιν, ὅτε εἷλον τὸν Χριστόν, ἀλλὰ πονηροὶ ὄντες τότε ἀφορμὴν ἔλαβον τοῦ ποιῆσαι τὸν φόνον. ὑπὲρ δὲ τούτου μέλλουσιν οἱ παῖδες ἀμοιβῆς τινος ἀγαθῆς τυχεῖν τὴν ἴσην τοῖς μάρτυσιν ἀξίαν ἀποφερόμενοι. Ὅσον γὰρ χρόνον ὑπώπτευσεν ὁ Ἡρώδης εἶναι ἀπὸ τῆς τοῦ Χριστοῦ γεννήσεως διὰ τῆς τῶν μάγων ἐλεύσεως, τοσούτων ἐτῶν παῖδας ἀποκτεῖναι παρεκελεύσατο. μὴ τοίνυν ὑπολάβῃς αἰτίαν εἶναι τῆς τῶν παίδων ἀδίκου σφαγῆς τὴν τοῦ Χριστοῦ γέννησιν, ἀλλὰ τὴν τοῦ Ἡρώδου ἀθεΐαν τε καὶ ἀνοσιότητα· οὐδὲ γὰρ οἱ τὸν Χριστὸν σταυρώσαντες τότε γεγόνασι πονηροί, ἀλλὰ προϋπάρχοντες καὶ καιροῦ λαβόμενοι ἑαυτοὺς ἐφανέρωσαν, οἵτινες ἦσαν.
11 Mt 3, 2 Τὸ τῆς ἐπαγγελίας εἶδος σφόδρα ἐπαγωγὸν ἦν καὶ παραπεῖσαι
δυνάμενον <τοὺς> μετὰ πολλῆς αὐτῷ προσελθόντας σπουδῆς, ἀφ' οὗ παντελῆ τῶν ἁμαρτημάτων λαμβάνειν τὴν συγχώρησιν ἔμελλον. 12 Mt 3, 2-11 Καὶ τοῦτο δὲ οὐ παρέργως, ἀλλ' ὡς ἐν μυστηρίῳ καὶ τύπῳ· καὶ γὰρ ἡ κάμηλος οὔτε τοῖς ἀκαθάρτοις τελείως κτήνεσιν, οὔτε τοῖς καθαροῖς συνηρίθμηται, μέσην δέ τινα τάξιν ἔχει καὶ ἐπαμφοτερίζει τοῖς ἰδιώμασιν· τὸ μὲν γὰρ ἀνάγειν μηρυκισμόν, τοῦτ' ἔστιν ἀναφέρειν τὴν ἅπαξ καταποθεῖσαν τροφὴν καὶ πάλιν τοῖς ὀδοῦσι παραπέμπειν καὶ ἀναμασᾶσθαι τῶν καθαρῶν ἴδιον ζῴων, ὃ καὶ τῇ καμήλῳ πρόσεστιν· τὸ δὲ μὴ δίχηλον τὴν ὁπλὴν ἔχειν, τοῖς ἀκαθάρτοις προσπέφυκε. καὶ ἡ τῆς καμήλου δὲ βάσις κατὰ τὴν τῶν ὀνύχων προσβολὴν οὐ διῄρηται. ταύτης οὖν ἕνεκα τῆς αἰτίας ὁ Ἰωάννης τὰς τρίχας τοῦ ζῴου τούτου περιεβάλλετο δεικνὺς ὡς ἡ εὐαγγελικὴ κλῆσις καὶ ἣν ἐγγίζειν ἔλεγε βασιλείαν θεοῦ καὶ τοὺς ἐκ τοῦ Ἰσραὴλ τοῦ καθαροῦ λαοῦ καὶ τοὺς ἐκ τῶν ἀκαθάρτων ἐθνῶν παραδέξεται καὶ ὅτι καὶ τούτοις κἀκείνοις ὁμοτίμως ἐκήρυττε τὴν μετάνοιαν. 13 Mt 3, 15 Τὸ τοῦ Ἰωάννου βάπτισμα καὶ τέλειον ἦν ἅμα καὶ ἀτελές· τέλειον μὲν κατὰ τὴν νόμου παραγγελίαν, ἀτελὲς δέ, ὅτι οὐκ ἐδίδου ἁμαρτημάτων ἄφεσιν, ἀλλ' ἐπιτηδείους πρὸς τὸ τέλειον ἐποίει. διὸ καὶ ὁ Χριστὸς τέλειος ὢν κατὰ τὸν νόμον τοῦτο ἐβαπτίσατο τὸ βάπτισμα, τοῦτ' ἔστι τὸ τοῦ Ἰωάννου. καὶ τοῦτο ἐδήλωσε λέγων· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. 14 Mt 3, 15-17 Ζητεῖται παρὰ πολλοῖς, τί ποτε ἄρα ἦν τὸ βάπτισμα, ὅπερ ὁ κύριος ἐβαπτίσθη; τί οὖν ἐστιν; ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς ὑπὲρ τῆς ἁπάντων σωτηρίας γενόμενος ἄνθρωπος καὶ δὴ βίου τινὸς παραδόξου