1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

ἐπαίδευεν. 87 Mt 15, 36 ∆ιὰ τί ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις; ἐπειδὴ καὶ τῷ κυρίῳ τὸ πρέπον φυλάττεται καὶ τοῖς μαθηταῖς· θεόν τε γὰρ διακονεῖσθαι πρέπει καὶ τοῖς διακονοῦσιν ἡ διακονία δόξα κατὰ τὸ οἰκεῖον τῆς μαθητείας τὴν λειτουργίαν ἀποτελοῦσι. καὶ τὸ διὰ μέσων τῶν ἁγίων εὐεργετεῖσθαι τοὺς ὑποδεεστέρους φυλάττεται καθάπερ ἐν ὑποπτώσει τινὶ μερικῇ. ὅρα δέ, ὅτι καὶ μέχρι τῆς χρείας ἡ μετάληψις, οὐχ ὥστε καὶ λαβόντας ἀπενέγκασθαι, καίτοι πολλῶν γενομένων λειψάνων. ἀγαθὸν δὲ καὶ τοῦτο σύμβολον πρὸς τὸ τῇ χρείᾳ μετρεῖν τὴν ἀπόλαυσιν καὶ μὴ πρὸς τὴν περαιτέρω τῆς χρείας πλεονεξίαν ἀπάγεσθαι. 88 Mt 15, 37-38 ∆ιὰ τί ἐποίησε τὸ τῶν ἄρτων σημεῖον; πιστοποιῶν τὸν ὄχλον ἄλευρον τῆς Σαραφθίας.

89 Mt 16, 1-4 Ἐλέγχει αὐτῶν τῆς αἰτήσεως τὸ προπετὲς φάσκων· τὸν μὲν ἀέρα κατά τινα τάξιν κινεῖσθαι νομίζετε ὡς ἀπὸ σημείων ὑμᾶς διακρίνειν πότε μὲν εὐδία, πότε δὲ χειμὼν ἔσται, ἐπὶ δὲ τῶν σημείων τάξιν τινὰ μηδεμίαν εἶναι ὑπολαμβάνετε οὐδὲ καιρούς τινας, ἐν οἷς ποιεῖν ἢ μὴ ποιεῖν θαύματα προσῆκε, ἀλλ' ἁπλῶς ἀτάκτως καὶ ἄνευ τινὸς λόγου τοιοῦτο γενέσθαι πρᾶγμα, ὡς, ὁπότ' ἄν τις αἰτοίη ἐπ' οὐδὲν χρήσιμον πειρασμὸν ἢ τὴν αἴτησιν ποιούμενος, δεῖν πάντως ὥσπερ ἐπί τινος παιγνιᾶς καὶ γίνεσθαι τὸ δοκοῦν τῷ αἰτοῦντι. 90 Mt 16, 6-7 Φυλάττεσθαι τοίνυν τὴν διδασκαλίαν αὐτῶν καὶ μὴ ὑπάγεσθαι τοῖς παρ' αὐτῶν λεγομένοις διδάσκει. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν. 91 Mt 16, 14 Ἰδίως Ἰερεμίαν ὑπειλήφασιν τὸν Χριστόν· ἴσως πᾶς διὰ τὸ γινώσκειν τὸν κύριον αὐτοφυῆ τὴν σοφίαν ἔχοντα καὶ διδασκαλίας ἄνευ παραπλησίον γέ τι τοῦτο καὶ περὶ τὸν Ἰερεμίαν ἡγεῖτο, ὅτι παῖς εἰς προφητείαν ἐξείλεκτο καὶ χωρὶς ἀνθρωπίνης ἀγωγῆς ἀκολουθούσης προφήτου μείζονος προφήτης ἦν. 92 Mt 16, 18-19 Τοῦτο οὐκ ἴδιον Πέτρου μόνου, <ἀλλ' ἐπὶ> πάντας ἀνθρώπους ἐγένετο. ἀλλὰ πέτραν εἰρηκὼς τὴν ὁμολογίαν αὐτοῦ ἐπὶ ταύτῃ τὴν ἐκκλησίαν οἰκοδομήσειν ἀπεφήνατο, τῇ ἐπ' αὐτὸν ὁμολογίᾳ τε καὶ πίστει λέγων. διὰ δὲ τοῦτο καὶ τὸν ταύτην ὁμολογήσαντα πρότερον τὴν φωνὴν ἀπὸ τῆς ὁμολογίας προσειπὼν περιῆψεν αὐτῷ καὶ ἐξουσίαν ταύτην ὡς ἂν προσεσομένην αὐτῷ, τὸ κοινὸν καὶ ἐξαίρετον τῆς ἐκκλησίας καλὸν ἐπ' αὐτοῦ λέγων μόνον· ὡς γὰρ ἀπὸ τῆς ὁμολογίας, ἣ κοινὴ τῶν πιστευόντων ἤμελλεν ἔσεσθαι, τὴν προσηγορίαν ἔθηκεν αὐτῷ, οὕτως καὶ τὸ τῆς ἐκκλησίας· ἐξαίρετον ἐπ' αὐτοῦ λέγει ὡς ἂν προσεσόμενον διὰ τὴν ὁμολογίαν αὐτοῦ, δεικνὺς μὲν ἀκολούθως, ὅτι κοινὸν τοῦτο τῆς ἐκκλησίας καλόν, ἐπεὶ καὶ τὸ τῆς ὁμολογίας αὐτῇ κοινὸν πρὸς Πέτρον ἤμελλεν γίνεσθαι. τοῦτο οὖν φησιν, ὅτι παρὰ τῇ ἐκκλησίᾳ τῆς βασιλείας τῶν οὐρανῶν ἡ κλείς· ὡς γὰρ ἐὰν ἔχῃ τις πρὸς ταύτην, οὕτως ἕξει καὶ πρὸς τὰ οὐράνια πάντως· ὁ γὰρ εἰς τὴν ἐκκλησίαν συντελῶν καὶ ταύτης εἰσγνωριζόμενος εἶναι τῶν οὐρανῶν ἐστι μερίτης καὶ κληρονόμος ὅ τε ταύτης ἀλλότριος ὅπως δήποτε καταστὰς οὐδεμίαν ἕξει πρὸς τὰ οὐράνια κοινωνίαν. ταύτῃ τῇ φωνῇ μέχρι τοῦ δεῦρο κατακολουθοῦντες οἱ τῆς ἐκκλησίας ἱερεῖς τοὺς μὲν οὐκ ἀξίους ἐκβάλλουσιν, τοὺς δὲ ὡς ἀξίους διὰ μετανοίας γινομένους εἰσποιοῦσιν. 93 Mt 16, Ὅτε γὰρ εἷλον οἱ μαθηταὶ τὸ πνεῦμα, τότε τελείαν ἐδείξαντο τὴν περὶ τῆς τοῦ υἱοῦ θεότητος διδασκαλίαν ἐπιμαρτυροῦντος τοῦ πνεύματος διὰ τῶν γεγενημένων σημείων ἐπὶ τῷ ὀνόματι αὐτοῦ. ἔδει δὲ τοῦτο λαθεῖν καὶ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου τοὺς κοσμοκράτορας, ἵνα παθὼν ὁ Χριστὸς καὶ ἀναστὰς ἀναμορφώσῃ ἐν ἑαυτῷ ἀνθρώπου ζωὴν καὶ ἀνακτίσῃ αὐτὴν εἰς τὸ ἀπαρχῆς τῆς φθορᾶς αὐτὴν ἀπαλλάττων. <αὕτη> σχεδὸν ἡ αἰτία τῆς παραγγελίας μηδέπω δεῖν λέγειν αὐτούς.