1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

94 Mt 17, 10-11 Οὐκοῦν τῆς δευτέρας αὐτοῦ παρουσίας ἔσται πρόδρομος περὶ τὸν τῆς συντελείας καιρόν, ὅτε καὶ ἀποκαταστήσει πάντα πρὸς ἐπίγνωσιν ἀληθῆ, πάντα τὸν πειθόμενον αὐτῷ ἀποκαθιστάς. οἱ δὲ γραμματεῖς ἀπατῶντες τὸν λαὸν ἔλεγον, ὅτι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἔρχεται Ἠλίας. καὶ περιεφέρετο ὁ λόγος οὗτος καὶ ἐν τῷ ἀπείρῳ δήμῳ, ὃ καὶ ἐρωτῶσιν νῦν οἱ μαθηταί· πῶς οὖν αὐτὸ λύει;

96 Mt 18, 18 Καλῶς ἐπήγαγε καὶ τὸ ὃ ἐὰν λύσητε, δεικνύς, ὅτι ἐὰν

μεταμεληθέντας λύσωσιν, ἔχει τὴν ἰσχὺν τὸ γινόμενον ἅτε μιᾶς οὔσης ἐν οὐρανῷ καὶ γῇ τῆς ἐκκλησίας. τὸν ἐκ τῆς ἁμαρτίας δεσμὸν ὁ μὴ θελήσας ἑαυτοῦ λυθῆναι, ἀλλὰ καὶ τὸν ἐκ τῆς ἀλλοτριώσεως τῶν ἁγίων ἐφελκυσά μενος, οὗτος ἀλλότριος καὶ τῆς ἐν οὐρανοῖς ἐκκλησίας καὶ κατὰ τοῦτο δεσμώτης καὶ παρ' ἐκείνῃ· ὡς εἴγε πρὸς τὴν λύσιν προθυμηθείη, καὶ τῆς τῶν ἁγίων λύσεως τύχῃ κυρωσάντων ἐπ' αὐτὸν τὴν ἀγάπην ὡς ὁ Παῦλος ἐδίδαξεν, οἰκεῖος ἔσται καὶ τῇ κατ' οὐρανὸν ἐκκλησίᾳ, λελυμένος ἀπὸ δεσμοῦ τοῦ τῆς κρίσεως.

97 Mt 19, 23-26 Ἐπειδὰν ἀναστῇ μὲν αὐτὸς ἀπὸ τῶν νεκρῶν, ἡ δὲ τοῦ

πνεύματος κάθοδος διὰ τῶν ἐπιτελουμένων θαυμάτων ἀκριβῆ πᾶσι τῆς ἀναστάσεως ἐργάσηται τὴν πίστιν, τότε ὄψεσθε πολλοὺς ὑπὲρ τῶν μελλόντων ῥᾳδίως τῶν παρόντων ὑπερορῶντας. ὃ δὴ καὶ γέγονεν ὡς Λουκᾶς φησιν ἐν ταῖς Πράξεσιν. 98 Mt 19, 29 Πρὸς τὸ καὶ ἀτελεύτητον λαβεῖν ζωήν, ὅ ἐστιν ἐν ἀπολαύσει εἶναι ἀεὶ καὶ ἐν τρυφῇ καὶ τῶν ἀγαθῶν μηδέποτε στέρεσθαι· τοῦτο γὰρ ἡ ἀληθὴς ζωή, ἐπεὶ καὶ οἱ ἁμαρτωλοὶ ζῶσιν· πάντες γὰρ ἀνιστάμεθα, ἀλλ' ἐπειδὴ ἐν ἀλήκτοις βασάνοις ἔσονται, ἐν θανάτῳ λέγονται εἶναι, οἷς πολλῷ βελτίων ὁ θάνατος τῆς τοιαύτης καταστάσεως.

99 Mt 23, 15 Πολλὴν ἐπιμέλειαν ἐπιδείκνυσθε, φησίν, ὥστε τινὰ τῶν

ἀλλοτρίων τοῦ Ἰσραὴλ ἐπὶ τὴν εὐσέβειαν ἀγαγεῖν καὶ ποιῆσαι προσήλυτον· ἐπειδὰν δὲ τοῦτον τέλειον ποιήσητε καὶ τῆς εὐσεβείας οἰκειότατον, τότε διὰ τῶν ὑμετέρων πράξεων υἱὸν γεέννης αὐτὸν ἐργάζεσθε. 100 Mt 23, 23-24 Ἀκριβεῖς μέν ἐστε, φησίν, τὰς δεκάτας ἀπαιτεῖν ὡς μηδὲ τοῦ ἡδυόσμου ἢ τοῦ κυμίνου τῆς δεκάτης παραχωρεῖν, τῆς δὲ τοῦ δικαίου ἐπιμελείας οὐδένα ποιεῖσθε λόγον καὶ τῆς περὶ τὸν πλησίον ἀγάπης καὶ τοῦ βεβαίαν ἔχειν περὶ τὸ θεῖον τὴν πίστιν, ἅπερ δεῖ ποιεῖν καὶ οὕτως, εἰ ἄρα, τὰ μικρά. νῦν δὲ τοὐναντίον· περὶ μὲν τὰ εὐτελῆ τοῦ νόμου ἄγαν ἀσχολεῖσθε ὡς φιλοκερδεῖς, ὅπερ ἐστὶ διυλίζειν τὸν κώνωπα, τὰ δὲ μεγάλα παραπέμπεσθε, ὅ ἐστι τὴν κάμηλον καταπίνειν.

101 Mt 24, 12-15 Περὶ τῆς τοῦ κόσμου συντελείας ταῦτα εἰρῆσθαί φασιν, οὐ

περὶ τῆς τῶν Ἱεροσολύμων. τῆς δὲ ἀληθείας τῶν μετὰ πολὺ ἐκβησομένων χρόνων ἐγγύθεν τὴν ἀπόδειξιν παρεχόμενος μεθίστη τε ἐπὶ τὰ Ἰουδαίων καὶ τὴν ἅλωσιν τῆς Ἰερουσαλήμ· οὐ γὰρ ταῦτα οὕτως ἐκβάντα ὡς Ἰησοῦς ἔφη θεασάμενοι καὶ περὶ τῶν εἰς ὕστερον εἰρημένων πιστεύειν ὡς ἐσομένων ἤμελλον εἰκότως. διὸ ἐπάγει, φησίν, ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, καὶ τὰς τοῦ Καίσαρος εἰκόνας βδέλυγμα ἐρημώσεως καλέσας. 102 Mt 24, 29 Οἱ τὴν ἐκπύρωσιν εἰσάγοντες τοῦ κόσμου Ἑλλήνων σοφοὶ τὰ μὲν περὶ ἡλίου καὶ σελήνης εἰρημένα δέχονται, οὐκέτι δὲ καὶ τὴν ἐξ οὐρανοῦ τῶν ἀστέρων πτῶσιν ὁμολογοῦσιν ὡς ἀγνοοῦντες τὴν τοῦ θεοῦ δύναμιν καὶ ὅτι πάντα τῷ θελήματι αὐτοῦ ἀκολουθεῖ. 103 Mt 24, 48-49 Τὸ μὲν οὖν λέγειν τὸν κακὸν δοῦλον, ὅτι χρονίζει, ὁ κύριος τέθεικε σημαίνων, ὅτι οὐκ ἄλλως ἁμαρτάνουσιν, ἀλλ' ἢ τῷ μὴ παρεῖναι τὸν κριτὴν μηδ' ὅλως ἔσεσθαι κρίσιν ἐννοεῖν