1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

κατηγωνίσατο τὸν διάβολον, οὐδὲν μέγα ἐποίει νικήσας τὸν πλασθέντα ἐξ αὐτοῦ ἄγγελον ἀποστάτην, οὐδὲ ἡ νίκη ἐπεγράφετο τῇ ἀνθρωπότητι· ἀλλ' ὡς ἄνθρωπος τῇ ἀνεξικακίᾳ περιεγίνετο αὐτοῦ παιδεύων ἡμᾶς, ὅτι τοῦ διαβόλου οὐ διὰ σημείων, ἀλλὰ δι' ἀνεξικακίας καὶ μακροθυμίας περιγίνεσθαι χρὴ καὶ μηδὲν εἰς ἐπίδειξιν ποιεῖν καὶ φιλοτιμίαν ἁπλῶς. 21 Mt 4, 8 Ἠνείχετο δὲ ὁ κύριος τοῦ διαβόλου τῇδε κἀκεῖσε αὐτὸν περιάγοντος ὡς καὶ τῶν ἑλκόντων αὐτὸν ἐπὶ σφαγὴν ὡς πρόβατον, ἵνα διὰ τῆς ἄγαν ταπεινοφροσύνης καθέλῃ τὸ ἐκείνου φρύαγμα μηδὲ ἐκ τούτου βλαβεὶς τὴν προαίρεσιν ἐν τῷ ἐφ' ὃ αὐτὸν προεκαλεῖτο τρέχειν, μὴ μὴν ἡττᾶσθαι αὐτοῦ καὶ ὑπακούειν τοῖς ἐπιταττομένοις ὑπ' αὐτοῦ. 22 Mt 4, 8 <Οἰκονομικῶς> νοητέον τὸ ὅτι ὁ διάβολος ἀπήγαγεν αὐτόν, ἐπειδὴ τοῦτο τοῦ Χριστοῦ προθυμουμένου ποιεῖν καὶ ζητοῦντος ᾠκονομεῖτο εἰς ἧτταν σαφῆ τοῦ μάτην ἐπιχειροῦντος πειράζειν. καὶ γὰρ ἐπὶ τοῦ Ἰὼβ λέγει, ὅτι εἶπεν ὁ διάβολος τῷ κυρίῳ· καίτοιγε τίς οὕτω εὐήθης, ὥστε οἰηθῆναι τῷ θεῷ διαλέγεσθαι τὸν διάβολον; ἀλλ', ὅτι ἐβούλετο, συνεχώρει ὁ θεὸς εἰς ἀπόδειξιν τῆς στερρότητος τοῦ Ἰώβ. οὕτως κἀντεῦθεν τῷ διαβόλῳ περιάπτει, ὅπερ ἐκείνου βουλομένου γίνεσθαι ὑπὲρ ἁπάντων ᾠκονομεῖτο. τὸ δὲ ἔδειξεν δῆλον, ὡς οὐ καθ' ὑπόστασιν ἐδείκνυ, ἐπεὶ μηδὲ οἷόν τε ὄρος οὕτω εὑρεῖν ὑψηλόν, δι' οὗ πάντα τὸν κόσμον τῷ βουλομένῳ δυνατὸν κατιδεῖν, ἀλλὰ κατὰ φαντασίαν ὡς τὰ πολλὰ ἔθος δεικνύναι τοῖς δαίμοσιν οὗ δὴ γνώρισμα σαφὲς τὸ τοὺς γοητεύειν ἀκριβῶς ἐπισταμένους πολλὰ δεικνύναι οὐ παρόντων οὐδὲ γινομένων ὡς παρόντα τε καὶ γινόμενα. 23 Mt 4, 10 Παράπληκτος ὁ διάβολος τῷ θεῷ λόγῳ ἐπαγγελλόμενος διδόναι ἅπερ αὐτὸς ἐποίησεν. ἐπιπληκτικῶς δὲ ὁ κύριος τῷ διαβόλῳ λαλεῖ λέγων, ὅτι μόνῳ θεῷ ἐδιδάχθημεν προσκυνεῖν, οὐχ ἑτέρῳ· πάντες γὰρ αὐτοῦ εἰσι λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.

24 Mt 5, 13 ∆εῖ οὖν ἀρετῇ ἰδίας φύσεως· τὸ ἅλας εἰς πολλὰ χρησιμεύει,

παρατραπὲν δὲ ὁλοτελῶς ἄχρηστον ὡς μὴ δυνάμενον ἐξ ἄλλου τινὸς διόρθωσιν λαβεῖν. διὸ καὶ ῥίπτεται ἔξω. οὕτως καὶ ὑμεῖς, ἐὰν ἐπιλάβησθε τῆς ἀρετῆς, καὶ ἑτέρους ὠφελήσετε· εἰ δὲ ἐκνεύσητε πρὸς ἃ μηδεὶς <φρόνιμος ἐκνεύει> μὴ ὄντος ἄλλου τοῦ δυναμένου ὑμᾶς διορθώσασθαι, καὶ τιμωρηθήσεσθε. 25 Mt 5, 14 25 Ὥσπερ διὰ τοῦ φωτὸς ὁρᾷ τις ὅλα, οὕτω καὶ οἱ πειθόμενοι ὑμῖν δι' ὑμῶν ὁρῶσι τὰ τῆς ἀρετῆς ἔργα. 26 Mt 5, 15 Μόδιον τὴν κακίαν εἶπεν, λύχνον δὲ τὴν ἀρετήν. Τί οὖν ἐστιν, ὅ φησιν ὁ σωτήρ· μόδιον ὑφ' ᾧ τὸν λύχνον τιθέασίν τινες; μόδιον μὲν τὴν κακίαν ἐνταῦθα λέγει, λύχνον δὲ τὴν ἀρετήν· καὶ καθάπερ οἱ μέλλοντές τι ποιῆσαι τῶν ἀθεμίτων ἐν σκότει πορεύονται ἐκκλίνοντες τὸ φῶς, οὕτως καὶ οἱ τὴν κακίαν ἐργαζόμενοι τὴν ἀρετὴν ὑπὸ ταύτην κρύπτουσιν ὥστε δοκεῖν μὴ κακὸν ἐργάζεσθαι, ἀλλὰ μᾶλλον ἀγαθόν. 28 Mt 5, 22 Τῷ δὲ εἰπεῖν τῇ κρίσει καὶ τῷ συνεδρίῳ καὶ τῇ γεέννῃ τοῦ πυρὸς τὴν αὐτὴν ἐπάγει κόλασιν· οὐδὲ γὰρ ἄλλο καὶ ἄλλο σημαίνει διὰ τῶν διαφόρων λέξεων οὔτε διάφορον τιμωρίαν. εἰ οὐκ ἐνδέχεται μωρὸν λέγειν, πῶς ὁ κύριος μωροὺς εἶπεν; μωρὸν τὸν ἀδελφὸν οὐ προσήκει καλεῖν· ὀργῆς γὰρ τὸ ῥῆμα καὶ οὐ δικαιοσύνης, ἀλλὰ καὶ ἀσεβές, ὅτε κατὰ ἁγίου λέγεται. ὁ δὲ κύριος τοὺς οὐδαμῶς ἰδίους αὐτῷ καὶ τῇ δικαιοσύνῃ μωροὺς ὀνομάζει δικαίως, οὐ πρὸς ὀργήν, ἀλλὰ πρὸς ἀλήθειαν. γέεννα δέ ἐστι τὸ αἰώνιον κολαστήριον καὶ ταρταρῶδες. 31 Mt 5, 28 Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι τρόπον τινὰ ἠρεμοῦντα τὰ πάθη διανύττει διὰ τοῦ ὁρᾶν. 32 Mt 5, 31 ∆ιὰ τὸ θέλειν ἄλλαις συνεῖναι ἐξέβαλε τὰς πρώτας καὶ διὰ τῆς μηχανῆς ταύτης οἱ μὲν ἐλάμβανον τὰς ἄλλων γυναῖκας, αἱ δὲ τοὺς ἀλλοτρίους ἄνδρας. 33 Mt 5, 31-32 Τὸν δὲ περὶ ῥεπουδίων λόγον συνέμιξε τοῖς πόρνοις· οἱ γὰρ εἰκῇ ἀπολύοντες τὰς ἰδίας γαμετὰς διὰ τὸ θέλειν ἄλλαις συμμίγνυσθαι ἐποίουν