1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

μέλλων ἑαυτὸν ἀποφαίνειν ἀρχήν, (καθ' ὃ καὶ ὁ Ἀδὰμ καλεῖται, ὥστε δι' αὐτοῦ καὶ τῶν λοιπῶν ἀναστάντων ἀνθρώπων ἀρχὴν αὐτὸν τῆς ἀϊδίου γενέσθαι ζωῆς ἐκείνης, ὃν τρόπον ταύτης δὴ τῆς προσκαίρου ζωῆς καὶ θνητῆς ἀρχηγὸν τὸν Ἀδὰμ συνέβη γενέσθαι), ἅπαντα τὰ καθ' ἡμᾶς ἐπ' αὐτοῦ προετύπωσεν· ὥσπερ γὰρ ἀπέθανέ τε καὶ ἀνέστη ἐπειδὴ ἐμέλλομεν καὶ ἡμεῖς, οὕτως ἐπειδὴ τυπικῶς διὰ τοῦ βαπτίσματος ἀπὸ τοῦ παρόντος βίου μετοικιζόμενοι εἰς τὴν μέλλουσαν καθίστασθαι ζωὴν ἀναγκαίως ἐμέλλομεν, ἐφρόντισε τοῦτο πρότερον ἐπ' αὐτοῦ πληρωθῆναι. καὶ τοῦτο δὴ τὸ τῆς υἱοθεσίας βάπτισμα οἰκονομικῶς τὸ δι' ὕδατος καὶ πνεύματος πρῶτος ἀναδεξάμενος μέγα μὲν καὶ τίμιον ἔδειξε τὸ βάπτισμα ἐφ' ἑαυτοῦ πρῶτος ὡς ἀληθῶς καταδεξάμενος. ἐπολιτεύσατο δὲ καὶ αὐτὸς τὴν ἔξω τοῦ νόμου τῆς χάριτος πολιτείαν, ἣν καὶ ἡμᾶς πολιτεύεσθαι ἔδει. πρέπον οὖν ἦν τὸν κύριον ταπεινοφρονοῦντα ὡς ἄνθρωπον ἕνα ἐκ τοῦ λαοῦ τῷ προφήτῃ καὶ βαπτιστῇ ὑποταγῆναι εἰς τὸ βάπτισμα, ἵνα ἁγιάσῃ τὰ ὕδατα καὶ τὴν διὰ λουτροῦ ἡμῖν παλιγγενεσίαν καὶ υἱοθεσίαν καὶ ἄφεσιν ἁμαρτημάτων καὶ ὅσα ἄλλα ἐκ τοῦ βαπτίσματος ἡμῶν ἀγαθὰ ἐδωρήσατο ὡς ἐν ἑαυτῷ προτυπώσῃ, αὐτὸς τούτων μηδενὸς ἐπιδεόμενος ὡς θεὸς καὶ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου. διὰ τοῦτο ἐβαπτίσθη ὁ Χριστὸς παρὰ Ἰωάννου οὐχ ὡς ἁμαρτίας ἔνοχος, ἀλλ' ἵνα ὡς ἄνθρωπος πληρώσῃ πᾶσαν δικαιοσύνην· δεύτερον, ἵνα μαρτυρήσῃ τῷ Ἰωάννῃ, ὅτι παρὰ θεοῦ ἀπέσταλτο πρὸς τὸ βαπτίζειν· τρίτον, ἵνα διὰ τῆς καθόδου τοῦ ἁγίου πνεύματος ἁγιάσῃ τὰ τοῦ Ἰορδάνου ὕδατα καὶ πάντες οἱ βαπτιζόμενοι ἐν αὐτῷ ἁγιασθῶσιν. ἀνοίγονται δὲ οἱ οὐρανοὶ καὶ τὸ πνεῦμα κάτεισι βαπτισθέντος αὐτοῦ καὶ φωνὴ ἔρχεται, ἵνα μὴ μείζονα αὐτοῦ τὸν Ἰωάννην ὑπολαμβάνοι τις· οὐ κρείσσων δὲ πάντως ὁ βαπτίζων τοῦ βαπτιζομένου· οὐδὲ γὰρ Ἀνανίας Παύλου. 15 Mt 3, 16 ∆ιὰ τοῦτο περιστερᾷ ὡμοιώθη τὸ πνεῦμα τὸ ἅγιον, διὰ τὸ φιλόστοργον, ὃ ἔχει περὶ ἡμᾶς, ὅτι ἀθετούμενος παρὰ τῶν ἀνθρώπων ὁ θεὸς οὐδὲν ἧττον πάλιν διὰ τὴν οἰκείαν ἀγαθότητα πλησιάζει τοῖς ἀνθρώποις· οὕτω γὰρ καὶ ἡ περιστερὰ οὐκ ἀφίσταται τῶν συνήθων, κἂν ἀδικῶσιν αὐτὴν ἐκεῖνοι τὰ ἔκγονα αὐτῆς ἀποσπῶντες ἐξ αὐτῆς. Ἐν εἴδει περιστερᾶς ἐφάνη τὸ πνεῦμα τὸ ἅγιον ὡς φιλόστοργόν τε καὶ φιλάνθρωπον καὶ πολλάκις ὑφ' ὑμῶν ἀθετούμενον πάλιν ἔχεται ἡμῶν καὶ εὐεργετεῖ διὰ τὴν αὐτοῦ ἀγαθότητα· ἡ γὰρ περιστερὰ φιλόστοργον οὖσα καὶ φιλάνθρωπον ζῷον ὑπὸ τῶν ἀνθρώπων ἀδικουμένη τὰ ἐκείνης ἔκγονα ἀποσπώντων τε καὶ ἐσθιόντων οὐκ ἀφίσταται τῶν συνήθων, ἀλλ' ἔχεται παντοίως. 16 Mt 3, 17 ∆ιὰ τῆς τοῦ πατρὸς μαρτυρίας καὶ τῆς τοῦ πνεύματος καθόδου δείκνυνται τῆς ἁγίας τριάδος αἱ ὑποστάσεις· ἐμαρτύρησε γὰρ ἄνωθεν ὁ πατήρ, ὅτι ὁ μὲν βαπτιζόμενος θεὸς ἦν, ὁ δὲ βαπτίζων ἄνθρωπος. τοῦτο δέ, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι Ἰωάννης μείζων ἦν τοῦ Χριστοῦ ὡς βαπτίζων αὐτόν. καὶ ἦν ὁ μὲν μαρτυρῶν ὁ πατήρ, ὁ δὲ υἱὸς ὁ μαρτυρούμενος, τὸ δὲ πνεῦμα τὸ ἅγιον τὸ ὑποδεικνύον τὸν μαρτυρούμενον.

17 Mt 4, 1-2 Ἐπειδὴ γὰρ ὁ Ἀδὰμ ἐν παραδείσῳ καὶ τρυφῆς τυγχάνων ἐπὶ τὸ

χεῖρον διὰ τῆς ἀπάτης ἐξέκλινεν, ἀναγκαίως τοῦτον εἰς τὴν ἔρημον ἀνάγει ὥστε μείζονι τῇ καρτερίᾳ τοῦ διαβόλου τὸν τόνον ἐκλῦσαι καὶ νηστεύει μὲν νύκτας καὶ ἡμέρας τεσσαράκοντα. 18 Mt 4, 2 Ὅτε ὁ Χριστὸς ἐπείνασεν, ὡς γέγραπται, τότε ὁ διάβολος ἐπιτίθεται πειράσων, ἐπεὶ οὐδὲ πάνυ τεθαύμακε τὴν ἐν τεσσαράκοντα ἡμέραις νηστείαν γινώσκων τὸν Ἠλίαν τοσαύτας ἡμέρας νηστεύσαντα. διὸ καὶ θαρρήσας προσέβαλεν ὅμοιον ἐκείνῳ νομίσας εἶναι καὶ οὐ θεόν. 19 Mt 4, 4 Παιδευόμεθα ἐκ τῶν θείων γραφῶν, ὅτι μὴ μόνον ἄρτος οἶδεν τρέφειν τὴν σάρκα, ἀλλὰ καὶ ῥῆμα θεοῦ ψιλόν· εἰ γὰρ ἀποφήναιτο καὶ προστάξειεν ζῆν με καὶ ἄνευ τῆς τροφῆς, δυνατὸν αὐτῷ καὶ τοῦτο βουλομένῳ ποιεῖν. Mt 4, 7 Εἰ ὡς θεὸς ὁ Ἰησοῦς