1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

τοῦτο. τὸ αὐτὸ δὲ καὶ αἱ γυναῖκες. τὴν οὖν ἐκβαλλομένην οὐ συγχωρεῖ γαμεῖσθαι, ἀλλὰ τὸν συνόντα αὐτῇ μοιχοῦ δίκας εἰσπράττεσθαι· εἰ γὰρ καὶ κατὰ τὸ φαινόμενον ἔξω ἐστὶ τοῦ ἀνδρός, ἀλλ' οὖν κατὰ τὸ νοούμενον αὐτοῦ ἐστι σῶμα ἅπαξ ἐν πρώτοις διὰ θεοῦ τῇ συζυγίᾳ συναφθεῖσα καὶ συναρμολογηθεῖσα τῷ ἀνδρὶ ὡς εἰς μίαν σάρκα. οὐκοῦν οὐδὲ ὁ ἀνὴρ ἄλλην δύναται γαμεῖν. 34 Mt 5, 40 Προσήκει τὴν πρὸς τοὺς ἐναντίους μὴ ἐκκλίνειν φιλονεικίαν; ὅταν ὑπὲρ τῆς εὐσεβείας τυγχάνῃ, μᾶλλον μὲν οὖν καὶ τὰ δεινὰ ὑπομένειν καὶ χαίρειν ἐπὶ τούτοις· εἰ δὲ ἕτερόν τι τῶν βιωτικῶν ὑπάρχει, ἡδέως παραχωρεῖν τῷ βουλομένῳ καὶ μηδ' ὁπωστιοῦν ἀντιφθέγγεσθαι.

35 Mt 6, 24 Μαμωνᾶς ἐστιν οὐ μόνος ὁ χρυσός, ἀλλὰ πᾶν εἶδος κάλλιστον

τῶν ἐπὶ γῆς. 36 Mt 6, 34 Ἄρ' οὖν κακώσεως καὶ μόχθου καὶ ταλαιπωρίας καὶ πόνου ἡ παροῦσα ἡμέρα. 37 Mt 6, 34 Ἡ ἡμέρα ἐστὶ τὰ πρὸς τὴν χρείαν, τὸ περὶ τῶν μελλόντων φροντίζειν. 38 Mt 7, 15-19 Ἄλλοι δὲ περὶ τῶν ἑτεροδιδασκάλων καὶ παραμιγνύντων τῇ ἀληθείᾳ τὸ ψεῦδος ταῦτα εἰρῆσθαί φασιν. καὶ ὡς οὐκ ἔστιν ἀπὸ δένδρου καλοὺς παρέχοντος καρποὺς κακίστους λαβεῖν οὐδὲ ἀπὸ τῶν ἀκάνθας φερόντων δέξασθαι σταφυλὴν ἢ συκῆν, οὕτως οὐκ ἔστιν ἀπὸ γνώμης πονηρᾶς λόγους ἀκοῦσαι καλοὺς οὔτε μὴν ἀπὸ γνώμης εὐσεβοῦς διδασκαλίαν δέξασθαι κακήν. ἀσφαλισάμενος δὲ τοὺς λοιποὺς εἰς τὸ μὴ πείθεσθαι προχείρως ἀποτρέπει λοιπὸν καὶ τοὺς ἐγχειροῦντας τῇ τῶν χειρόνων διδασκαλίᾳ· πᾶν γάρ, φησίν, δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ὥσπερ ἐπὶ τῶν ξύλων, φησίν, τὸ ἄκαρπον εἰς πῦρ βάλλεται, οὕτως καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ μὴ τοὺς τῆς εὐσεβείας διὰ στόματος φέρων καρποὺς ἀκόλουθον δέξεται τὴν τιμωρίαν.

39 Mt 7, 26-27 Μωρὸς ἐπὶ ψάμμου οἰκοδομῶν ἐστιν, πάντες οἱ ποιοῦντές τι

κακόν, ὃ οὗτοι ἄνευ κόπου ποιοῦσιν· ἄμμος δὲ ἡ εὐήθεια· μεγάλην δὲ λέγει τὴν πτῶσιν καὶ μετατραπέντων ὡς ἀπὸ τοῦ ὑψηλοτάτου πύργου πεσόντων· οἱ γὰρ ἄπιστοι οὐ πίπτουσιν, ἀλλ' ἀεὶ χαμαί εἰσιν. 41α Mt 8, 5-9 Παῖδα νῦν οἰκέτην λέγει, καὶ σαφῶς τοῦτο δηλοῖ ὁ Λουκᾶς δοῦλον αὐτὸν ὀνομάζων. συνέσεως δέ, φησίν, ἦν τὸ ἀπὸ τῶν καθ' ἑαυτὸν εἰκότων λογισμῶν τοιαῦτα αὐτὸν πιστεῦσαι περὶ τοῦ Χριστοῦ. ἄνθρωπος γάρ, φησίν, κἀγώ, ἀλλ' ὅμως ὧν ἔλαβον τὴν ἐξουσίαν, τούτων κύριός εἰμι. ὥστε οὐδὲ ἀπεικὸς καὶ σὲ ταύτην εἰληφότα παρὰ θεοῦ τὴν ἐξουσίαν λόγῳ μόνῳ κελεύοντα ἀπελαύνειν τὰ πάθη. οὐδὲ γὰρ ὡς υἱῷ θεοῦ καὶ πάσης ὄντι κυρίῳ τῆς κτίσεως προσῆλθεν ὁ ἑκατόνταρχος (τοῦτο γὰρ οὐδὲ τῶν μαθητῶν τότε ἦν εἰδέναι πρὸ τοῦ σταυροῦ), ἀλλ' ὡς ἀνθρώπῳ δι' ἀρετὴν εἰληφότι παρὰ τοῦ θεοῦ μείζονα ἢ κατὰ ἄνθρωπον ἐξουσίαν. ὅθεν οὕτω φησίν· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. ἐπειδὴ γὰρ εἶπε πρὸς αὐτὸν εἰπὲ λόγῳ, τοῦτο δὲ θεοῦ μόνου εἶναι ἐδόκει, καλῶς ἐπήγαγε τὸ καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι, ἀντὶ τοῦ· οὐδὲν θαυμαστόν, εἰ τοῦτο δύνῃ ἄνθρωπος ὤν, λαβὼν παρὰ τοῦ θεοῦ, ἐπεὶ κἀγὼ τοῦτο ὢν λαμβάνω ὑπηκόους ὑπερέχων τῷ κελεύειν ὡς βούλομαι. ταῦτα ὁ συνήθως τοῖς ἁγίοις πατράσιν ἐναντιούμενος, τοῖς δὲ ἐντυγχάνουσι συνιδεῖν καταλιμπάνω τῶν ἐξηγήσεων τὸ διάφορον, καὶ τίς ὁ μᾶλλον ἐφικνούμενος τῆς εὐαγγελικῆς καὶ ἀληθοῦς διανοίας.

42 Mt 8, 29 Ὡς οὖν καιρὸν ἔχοντες ἐν τῷ μεταξὺ ποιεῖν ἃ βούλονται περὶ

τοὺς ἀνθρώπους κατεβόων τοῦ κυρίου ὡς ἂν πρὸ τοῦ προσήκοντος καιροῦ αὐτοὺς βιαζομένου καὶ τιμωρίαις ὑπάγοντος. 43 Mt 8, 30-31 Ζητεῖται τίνος ἕνεκεν ὁ κύριος τοῖς δαίμοσιν εἰσελθεῖν θελήσασιν εἰς τοὺς χοίρους ἐπέτρεψεν. μέγιστα κακὰ τοῖς ἀνθρώποις διετίθεσαν οἱ δαίμονες. ἐντεῦθεν δὲ πολλοὶ ὡς εἰκὸς συνεξήταζον πρὸς ἀλλήλους· τίνος ἕνεκεν ταῦτα ποιούντων ἀνέχεται ὁ θεός; βουληθεὶς οὖν ἅπασιν ὁ