1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

κύριος δεῖξαι καὶ ἥντινα τὴν ἀρετὴν κατὰ τῶν ἀνθρώπων οἱ δαίμονες ἔχουσιν καὶ ὅτι πολλῷ ἐλάττονα ἢ βούλονταί τε καὶ δύνανται τοὺς ἀν θρώπους ἐργάζονται κακὰ τῇ τοῦ θεοῦ κωλυόμενοι δυνάμει, ἐπὶ μὴ ἀνθρώπων ταύτην παρέσχετο τὴν ἀπόδειξιν. ἐπέτρεψεν δὲ αὐτοῖς εἰς τοὺς χοίρους εἰσελθεῖν, ὥστε ἀπὸ ἐκείνων τήν τε ὀργὴν φανῆναι τῶν δαιμόνων καὶ τὴν δύναμιν· καὶ οἱ τοσούτους χοίρους συντόμως ἀφανίσαντες οὐκ ἀδύνατοι τὰ αὐτὰ διατιθέναι τοῖς ἀνθρώποις καθέλκοντες αὐτοὺς καὶ πάντα πράττειν πρὸς αὐτοὺς ἅπερ βούλονται. 44 Mt 8, 34 Παρεκάλεσαν τοίνυν ἐφ' ἑτέρους μεταβῆναι τόπους ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας ἔχειν χώρας, δείσαντες μήπου τι καὶ μεῖζον πάθωσιν ἀπὸ τῆς τοῦ παρόντος δυνάμεως τῶν οἰκείων ἁμαρτημάτων ἕνεκεν.

45 Mt 9, 5 Κατὰ μὲν τὴν προφορὰν ὁμοίως εὔκολα ἀμφότερά ἐστιν εἰπεῖν· ὃ

δὲ λέγει, τοιοῦτόν ἐστιν· βλάσφημόν με νομίζετε ὡς ἐπαγγελλόμενον ἃ μὴ δύναμαι. οὐκοῦν εἰ μεγαλαυχίας τὴν φωνὴν ὑπολαμβάνετε εἶναι, τί νενόμισται ὑμῖν εἶναι εὐκολώτερον ἐπαγγείλασθαι τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἢ τῆς παραλύσεως τὴν θεραπείαν; ἀλλὰ μὴν τοῦτο χαλεπώτερον εἰπεῖν τῷ μὴ δυναμένῳ, ἐγγύθεν τῆς ἀσθενείας αὐτοῦ τῶν ἀκουόντων λαβεῖν τὸν ἔλεγχον δυναμένων. ὅσῳ γὰρ ὑπ' ὄψεσι τὴν θεραπείαν πιστεύειν συμβαίνει, τοσούτῳ ῥᾴδιόν ἐστι τοῦ φθεγγομένου λαβεῖν τὴν ἀπόδειξιν, εἴτε δυνάμενος ἐπαγγέλλεται δικαίως εἴτε καὶ ψεύδεται ταῦτα ὑπισχνούμενος ἃ ἀδυνατεῖ ποιεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· βλάσφημόν με νομίζετε ὡς ἐπαγγελλόμενον ἃ μὴ δύναμαι ἤγουν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οὐκοῦν εἰ μεγαλαύχου τὴν φωνὴν ὑπολαμβάνετε εἶναι, τί νενόμισται ὑμῖν εὐκολώτερον ἐπαγγείλασθαι τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἢ τῆς παραλύσεως τὴν θεραπείαν; ἀλλὰ μὴν τοῦτο χαλεπώτερον εἰπεῖν τῷ μὴ δυναμένῳ, τῶν ἀκουόντων ἐγγύθεν λαβεῖν τὸν ἔλεγχον τῆς ἀσθενείας αὐτοῦ δυναμένων, ἅτε ὑπ' ὄψεσι οὔσης τῆς θεραπείας. ὥστε δὲ μὴ νομίζειν ὑμᾶς, ὅτι ὑπισχνοῦμαι τὸ ἀθέατον τοῖς ἀνθρώποις, ὃ καὶ μὴ παρέχοντα λαθεῖν δυνατόν, ὃ δύσκολον ἐπαγγείλασθαι τῷ μὴ δυναμένῳ, τοῦτο λέγω τε καὶ ποιῶ, ὥστε ἐντεῦθεν ὑμᾶς λαβεῖν τὴν ἀπόδειξιν δυνάμεως τῆς ἐμῆς. 46 Mt 9, 8 Θεῖον τὸ πρᾶγμα γινώσκουσιν, τὸν δὲ ποιήσαντα ὁρῶσιν ἄνθρωπον. διὰ τοῦτο ὡς δωρεὰν θεοῦ καὶ οὐχ ὡς αὐτοῦ δύναμιν θαυμάζουσιν. 47 Mt 9, 14-17 Ὥσπερ, φησίν, εἰ ῥάκος ἄγναφον ἐπιβληθείη ἐπὶ ἱματίῳ παλαιῷ, τῇ σιγηλῷ στερεότητι κἀκεῖνο διαρρήγνυσιν, οἶνός τε νέος εἰς ἀσκοὺς ἐμβληθεὶς παλαιοὺς τῇ οἰκείᾳ θερμότητι τοὺς ἀσκοὺς διαρρήγνυσιν, οὐ δυνατὸν αὐτοὺς τοῖς παλαιοῖς δουλεύειν νόμοις· ὑμεῖς μὲν γὰρ τοῖς <παλαιοῖς> εἰκότως ἀκολουθοῦντες ἔθεσι τὰς Μωσέως νηστείας φυλάττετε, οὗτοι δὲ ἐπειδὴ καινά τινα καὶ παράδοξα νόμιμα παραδιδόναι μέλλουσι τοῖς ἀνθρώποις, ταῦτα μὲν οὐδαμῶς ἀναγκάζονται φυλάττειν. κατὰ καιρὸν δὲ μετὰ τῆς λοιπῆς ἀρετῆς καὶ τὴν νηστείαν ἐπιδείξονται, οὐκ ἀνάγκῃ νομίμοις τισὶ καὶ ἔθεσι παλαιοῖς ὡς ὑμεῖς αὐτὴν φυλάττοντες· καὶ γὰρ ἡ τῶν ἐν νόμῳ νηστεία τούτῳ διενήνοχεν τῶν ἐν τῇ χάριτι νηστευόντων, ὅτι οἱ μὲν ὡρισμένας εἶχον τὰς νηστείας ἃς καὶ νηστεύειν πάντως αὐτοὺς ἐχρῆν καὶ μὴ βουλομένους, οἱ δὲ γνώμῃ μᾶλλον κατὰ τὸ δοκοῦν αὐτοῖς νηστεύουσιν ἀρετῆς αἱρέσει μετιόντες αὐτήν. εἰ δὲ καὶ ὡρίσθαι ὁ τῶν τετταράκοντα δοκεῖ καιρὸς δι' ὑπόμνησιν τῶν κυριακῶν, ἀλλὰ καὶ ταύτην γνώμης μᾶλλον τὴν νηστείαν μετίοιμεν. 48 Mt 9, 15 Καὶ τοῦτο μὲν εἰκότως εἶπεν, ὥστε καὶ τὴν μεγαλαυχίαν αὐτῶν καθελεῖν καὶ δεῖξαι, ὅτι μὴ πρὸς τρυφὴν καὶ ἄνεσιν τοὺς οἰκείους χειραγωγεῖ μαθητάς, καιρὸς δέ τις μεθ' ὃν ἐπιδείξονται τὴν ἀνδρείαν ἑαυτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς καρτερίαν· δεικνύων δὲ λοιπὸν καὶ τὸ διάφορον τῶν