1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

15

αὐτούς· τὸ δὲ τύπτειν τοὺς συνδούλους λέγει τὴν μεγίστην γίνεσθαι τοῖς ἀρχομένοις βλάβην κατὰ ψυχὴν διὰ τῶν σφαλμάτων τῶν διδασκόντων.

104 Mt 25, 1-13 ∆είκνυσιν ὡς οὐδὲ τὸ ἀρετῆς ἐπειλημμένον ἀσυμπαθῶς περὶ

τοὺς ὑπηκόους ἔχειν ἄμεμπτον εἶναι ποιεῖ. ὅθεν ἀντιπαρεξετάζων αὐτοῖς τοὺς μετὰ τῆς ἀρετῆς καὶ τὴν περὶ ἑτέρους συμπάθειαν ἐπιδεικνυμένους, παρθένους μὲν τούτους κἀκείνους ἐκάλεσεν ὡς ἐναρέτους ὁμοίως, ἀλλ' ἐκείνους μὲν φρονίμους καὶ ἔλαιον ἐπαγομένους ὡς ἂν καλῶς συνιέντας, ὅτι συγγνωμονικῶς προσήκει τὰ τῶν ὑπηκόων πταίσματα κρίνειν πρὸς ἀνθρωπίνην φοροῦντας ἀσθένειαν, πολλῇ διὰ πάντων τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ περὶ τοὺς πεπτωκότας χρησαμένου, ὡς ἁπάντων ἄμεινον ἰδεῖν ἐστι τῶν πραγμάτων· τοὺς γάρτοι προεστάναι λαῶν ἠξιωμένους μάλιστα πάντων τὴν περὶ ταῦτα γνώμην μιμεῖσθαι πρέπει τοῦ θεοῦ. ὅθεν καὶ λαμπρὰς εἶναι τὰς λαμπάδας αὐτῶν ἀπεφήνατο ὡς ἂν πανταχόθεν πολλὴν τὴν παρρησίαν ἔχοντας, μωροὺς δὲ τούτους, οἳ οὐ συνῆκαν, ὅτι τὸ πικρῶς ἐξετάζειν καὶ ἀσυγγνώστως τῶν ἀνθρώπων τὰ πταίσματα ἀκριβείας προσχήματι οὐδαμῶς ἀρέσκει θεῷ. τὰ δὲ ἄλλα ἀκολούθως τῇ δοθείσῃ ὑπ' αὐτοῦ ὑποθέσει τῇ πρὸ αὐτοῦ ἑρμηνείᾳ χρησάμενος. 105 Mt 25, 24-28 Κατακρύπτει τὸ τάλαντον ἀγνώμων ὢν καὶ ὀκνηρὸς καὶ μηδὲν ἐργασάμενος ὧν ὁ κύριος αὐτῷ ἐνετείλατο. διὸ καὶ ἀρθήσεται ἀπ' αὐτοῦ καὶ δοθήσεται τῷ ἔχοντι καὶ ἐργαζομένῳ.

106 Mt 26, 26-28 Καὶ Θεόδωρος δὲ ὁμοίως φησίν· εἰκότως οὐκ εἶπεν τοῦτό

ἐστιν σύμβολον τοῦ σώματός μου καὶ τοῦτο τοῦ αἵματός μου, ἀλλὰ τοῦτό ἐστιν τὸ σῶμά μου καὶ τοῦτο τὸ αἷμά μου, διδάσκων ἡμᾶς μὴ πρὸς τὴν φύσιν ἀφορᾶν τῶν προκειμένων, ἀλλὰ διὰ τῆς γενομένης εὐχαριστίας ἐπ' αὐτοῖς αὐτὰ ἐκεῖνα εἶναι πιστεύειν, ὧν δὴ καὶ τὰ σύμβολα πληρουμένοις.

108 Mt 27, 44 Κατεχρήσαντο οἱ περὶ τὸν Ματθαῖον τῷ πληθυντικῷ ῥήματι

ἀντὶ τοῦ ἑνικοῦ· ἔθος γὰρ πολλάκις ἡμῖν καὶ τοῖς πολλοῖς ἓν περιτιθέναι πρόσωπον καὶ ἑνὶ πολλά. εἰκὸς δὲ αὐτὸν τὸν λῃστὴν τὸν πιστεύσαντα καὶ Ἰουδαῖον εἶναι καὶ διὰ τοῦτο πιστεῦσαι, ὅτι αὐτός ἐστι περὶ οὗ εἶπον οἱ προφῆται, ἐκ τῶν λεγομένων τε καὶ ὁρωμένων. 109 Mt 27, 50 Λουκᾶς φησιν· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. ὃ δὴ καὶ ἀκοῦσαι τοὺς παρόντας ἀναγκαῖον ἦν τὴν ἔξοδον τῆς ψυχῆς, ἐπὶ τίσιν ἐγένετο· ἐδήλου γὰρ τῷ παραθήσομαι, ὅτι πάλιν αὐτὴν λήψεται.

111 Mt 28, 17 Ὁ διστάσας ἦν ὁ Θωμᾶς, ἀλλὰ πληροφορηθεὶς ἑδραίως

ἐπίστευσεν.