1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

ἀρχήν, εἶτα ἀτίμως τῆς βασιλείας ἐκπεσόντος, εἰς τετραρχίας διεῖλον οἱ Ῥωμαῖοι τὴν Ἡρώδου βασιλείαν εἰς τέσσαρα μερισθεῖσαν καὶ τετράρχης ἕκαστος αὐτῶν ὠνομάζετο ὡς τοῦ τετάρτου μέρους τὴν ἀρχὴν ἔχων. συνέβη δὲ καὶ Ἡρώδην τὸν τοῦ Ἡρώδου υἱὸν ἕνα ἐκείνων γενέσθαι μέρους τινὸς ἄρχοντα καὶ αὐτόν, ὃς καὶ ἀποκεφαλίσας τὸν Ἰωάννην δίκας ἔδωκεν οὐκ εἰς μακράν, ὡς ἀκριβῶς τὸν βουλόμενον ταῦτα πάντα μαθεῖν ἀπὸ τῆς Ἰωσήπου γραφῆς δυνατόν. οὐκ ἐψεύσατο τοίνυν ὁ εὐαγγελιστὴς οὔτε ἐκείνου τὴν τελευτὴν τοῦ Ἡρώδου εἰπὼν οὔτε περὶ τούτου διηγησάμενος, ἀλλὰ γὰρ καὶ τετράρχην εἰπὼν σαφῶς ἕτερον ὄντα παρ' ἐκεῖνον ἐδήλωσεν. καίτοιγέ τινων καὶ βασιλέα καλούντων αὐτὸν εἴτε ἀπὸ τῆς τοῦ πράγματος συνηθείας, εἴτε καὶ ἀδεέστερον ἔτι τῇ φωνῇ κεχρημένων, ὅθεν καὶ ὁ Μᾶρκος ἀδιαφόρως βασιλέα αὐτὸν ἐκάλεσε τοῦ Λουκᾶ ὁμοίως τῷ Ματθαίῳ ἀπὸ τῆς ἀξίας τετράρχην αὐτὸν ὀνομάσαντος, ὡς καὶ παρὰ τοῦ Ἰωσήπου σαφέστερόν ἐστι μαθεῖν, οὐ τὸν ἄνδρα λέγοντος μόνον, ἀλλὰ καὶ τὴν πρᾶξιν αὐτοῦ διηγουμένου ταύτην καὶ προστιθέντος ἔτι καὶ τὴν τιμωρίαν, ἣν ἔδωκεν ὑπὲρ τούτου. ἀκούων τοίνυν τοῦ κυρίου τὰ θαύματα καὶ σφόδρα εἰδώς, ὅτι δίκαιον ὄντα μάτην ἀνεῖλε τὸν Ἰωάννην, ὑπέλαβεν αὐτὸν ἐγηγερμένον ἐκ νεκρῶν ταῦτα ποιεῖν. 77 Mt 14, 1 Ἕτερός ἐστιν Ἡρώδης ὁ βασιλεὺς καὶ ἕτερος ὁ τετράρχης ὁ υἱὸς αὐτοῦ· μετὰ γὰρ τὸν τοῦ βασιλέως Ἡρώδου θάνατον εἰς τετραρ χίας διεῖλον οἱ Ῥωμαῖοι τὴν βασιλείαν αὐτοῦ, ὁ δὲ τούτου υἱὸς ἓν μέρος τῆς τετραρχίας εἶχεν. οὗτος δὲ ἦν ὁ τὸν πρόδρομον καρατομήσας καὶ διὰ τοῦτο δίκας ἔδωκεν οὐκ εἰς μακράν. 78 Mt 14, 25 Τετάρτην λέγει φυλακὴν τῆς νυκτὸς τὴν τριωρίαν τὴν μετὰ τὴν ἐνάτην ὥραν τῆς νυκτός.

79 Mt 15, 1-6 Πάντως ἐσπούδαζον ἄλλο τι τοῦ κυρίου διδάξαντος αὐτοὺς

ἅπαντα ὡς ἔτυχεν πράττειν πρὸς τὴν χρείαν συντελοῦντα τοῦ σώματος, μόνης δὲ ἐπιμελεῖσθαι σφόδρα τῆς ἀρετῆς. θεασάμενοι οἱ Φαρισαῖοι τοῦ νίπτεσθαι οὐ ποιουμένους φροντίδα ἐνεκάλουν, ὅτι μὴ μέλει τοῦ πράγματος αὐτοῖς· οὐδὲ γὰρ τοῦτο εἴποι τις, ὅτι σπουδὴ πάντως ἦν αὐτοῖς μὴ νιπτομένους ἐσθίειν. τί οὖν πρὸς τοῦτο ὁ κύριος· διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; δείκνυσι δὲ καὶ βαρύτερον ἐκεῖ τὸ ἔγκλημα οὐ τῷ λύειν αὐτοὺς ἐντολὴν θεοῦ μόνον, ἀλλὰ καὶ ἐν τῷ τοιαύτῃ <χρῆσθαι>· τοῦ θεοῦ γὰρ κελεύσαντος τιμᾶσθαι τοὺς γονεῖς παρὰ τῶν τέκνων καὶ οὕτως ὀφείλεσθαι αὐτοῖς τὴν τιμὴν ὡς καὶ τὸν μέχρι ῥήματος εἰς αὐτοὺς ἁμαρτάνοντα τῶν παίδων θανάτῳ κατακρίνει, ὑμεῖς φατε, ὅτι ἐπὶ τοῖς τέκνοις ἢ τιμῆσαι τοὺς γονεῖς ἢ μὴ καὶ οὐδὲν ἄτοπον ἐρεῖ τῷ ἑαυτοῦ πατρὶ εἰπὼν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, ὅτι ὅπερ ἂν λάβῃς ἐξ ἐμοῦ, τοῦτο δῶρον κομίζει καὶ χάριν, ὀφείλεται δέ σοι τιμὴ οὐδεμία πληροῦν οὐ βουλομένου. οὕτω ταῖς οἰκείαις παραδόσεσιν ἀτιμάζετε τοῦ θεοῦ μεγίστου δωρεάς. Τὸ παραδεδομένον ἐξ ἀρχῆς τοῖς Ἰουδαίοις ἔθος οὐκ ἀνῄρουν οἱ ἀπόστολοι, ἀλλ' ἃ παρέλαβον παρὰ τοῦ σωτῆρος ἐφύλαττον διδάγματα. ἓν δὲ καὶ τοῦτο ἐτύγχανε τῶν τοῦ Χριστοῦ παραδόσεων τὸ ὡς ἔτυχε πράττειν τὰ πρὸς τὴν χρείαν τοῦ σώματος καὶ μηδενὸς ἐπιμελεῖσθαι πλὴν ἀρετῆς. 80 Mt 15, 13-14 Φυτείαν ἐκάλεσεν ἠγνοημένην θεῷ τὰς παραφυάδας τῶν Φαρισαϊκῶν παραδόσεων τὰς φιλονείκως καὶ ἀκαίρως ἀπομενούσας τῷ γράμματι καὶ οὐκ αὐτὸν τὸν νόμον τὸν παρὰ θεοῦ δοθέντα. μὴ γένοιτο· μὴ γὰρ δὴ τούτῳ τὰς μυσαρὰς γλώσσας καὶ θεομάχους οἱ Μανιχαῖοι προστεχνάσθωσαν. ἐπεὶ καὶ διὰ τοῦτο τυφλοὺς ἐκάλεσεν ὡς τῷ γράμματι τὸν ὀφθαλμὸν προσερείσαντας καὶ μὴ βουλομένους ἐπὶ τὸ πνεῦμα διαβλέψαι καὶ τὸν ἔνδοθεν νοῦν. 81 Mt 15, 13-14 Μανιχαῖοι δὲ βουλόμενοι δεικνύναι τὸν νόμον οὐκ εἶναι τοῦ πατρὸς τοῦ Χριστοῦ ταύτῃ κέχρηνται τῇ μαρτυρίᾳ πλεῖστον ὅσον τῆς ἀληθείας ἀποσφαλέντες· οὐ γὰρ περὶ τῆς κατὰ νόμον λέγει διαγωγῆς, ἀλλὰ τῆς τῶν