1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

ἀκόλουθον· οὐδὲ γὰρ ἄν τις τοσοῦτο πρᾶγμα βουλόμενος μαθεῖν αὐτῶν τινι τῶν περὶ <αὐτὸν> καθ' ἑαυτὸν ἐχρήσατο μάρτυρι καὶ διδασκάλῳ. πρὸς τούτοις δὲ ὁ παρὼν βίος πολιτείας καιρός, μετὰ δὲ τελευτὴν κρίσις καὶ κόλασις. πλὴν ὁ τοῦ Χριστοῦ θάνατος οὐκ ἔλυσε τῶν προτετελευτηκότων ἁμαρτήματα· τὸ γὰρ εἰρημένον, ὅτι πύλαι χαλκαῖ καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν, διὰ τοῦτο ἐλέχθη, ἐπειδὴ τοῦ σώματος τοῦ Χριστοῦ τότε πρῶτον ὀφθέντος ἀθανάτου ἐδείχθη ὁ θάνατος ἀνῃρημένος. τί οὖν; ἠδικήθησαν οἱ πρὸ τῆς παρουσίας Χριστοῦ; οὐδαμῶς. ἤρκει γὰρ αὐτὸ εἰς τὸ σωθῆναι τὸ μὴ εἰδωλολατρεῖν, ἀλλὰ τὸν ἕνα μόνον καὶ ἀληθῆ σέβειν θεόν. νῦν δὲ οὐκ ἀρκεῖ τοῦτο μόνον, ἀλλὰ καὶ τῆς τοῦ Χριστοῦ γνώσεως δεῖ. οὐκοῦν οὐ δεῖ εἰπεῖν, ὅτι ἐν ᾅδῃ τίς ἐξομολογήσεταί σοι, ἐπεὶ πάντες ἐκεῖ μετανοοῦσι καὶ οὐδεὶς τιμωρεῖται. 59 Mt 11, 11 Ἂν μὲν κατὰ τὴν γέννησιν τὴν ἐκ γυναικὸς κρίνηται Ἰωάννης πρὸς τοὺς λοιποὺς ἀνθρώπους, πάντων εὑρεθήσεται μείζων, μόνος ἐν τῇ κοιλίᾳ τῆς μητρὸς πνεύματος ἁγίου πλησθεὶς ὡς σκιρτῆσαι μὲν αὐτόν, μετασχοῦσαν δὲ τούτου προφητεῦσαι καὶ τὴν μητέρα· ἐὰν δέ γε συγκριθῇ κατ' αὐτὸ τοῦτο τοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετέχειν μέλλουσιν τοῦ πνεύματος, εὑρεθήσεται, <φησίν>, ἐλάττων καὶ τοῦ πάντων ἐλάττονος, ἵνα εἴπῃ τῶν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναγεννωμένων εἰς ἀφθαρσίαν, ὅτι οὔπω τοσαύτης μετέσχε χάριτος, ὥστε μὴ γεύσασθαι θανάτου. ἡ δὲ τότε τοῦ πνεύματος περιουσία τοσαύτη περὶ τοὺς ἀνθρώπους ἔσται, ὥστε μηδὲ τὸν ἐλάττονος μετεσχηκότα δυνηθῆναι θανάτῳ λοιπὸν ὑποπεσεῖν. 61 Mt 11, 14 Ὥσπερ Ἠλίας πρὸς τῇ συντελείᾳ τοῦ παρόντος βίου ἐλεύσεται τὴν μέλλουσαν ἐμοῦ κηρύττων ἐπιφάνειαν ἐξ οὐρανῶν ἐσομένην, οὑτωσὶ δὲ καὶ οὗτος τέλος δοὺς τοῖς παλαιοῖς τὴν ἐμὴν εὐηγγελίσατο παρουσίαν, ἐφ' οὗ καινή τις καὶ ἐν τύπῳ τῶν μελλόντων ἡ κατάστασις γίνεσθαι μέλλει. 62 Mt 11, 19 Οἱ πρὸς τὸ ἀληθὲς ὁρῶντες, φησίν, ἀπεδέξαντο τὴν Ἰωάννου καὶ Χριστοῦ ἀγωγὴν ὡς μετὰ σοφίας τῆς τῶν βίων ἐναλλαγῆς οἰκονομηθείσης πρὸς ὠφέλειαν τῶν ὁρώντων· αὐτὸ γὰρ τοῦτο σοφίαν καλεῖ, τὰ σοφῶς γεγονότα· καὶ γὰρ εἰ καὶ μὴ Ἰουδαῖοι ἐπίστευσαν εἰς τὸν Χριστόν, μήτε διὰ τῆς Ἰωάννου νηστείας καὶ τοῦ ἐρημικοῦ βίου, μήτε διὰ τῆς συγκαταβατικῆς διαίτης καὶ οἰκονομικῆς πολιτείας αὐτοῦ τοῦ δεσπότου Χριστοῦ, ἀλλ' οὖν αὐτὸς ὁ πάντα σοφῶς ἐκτελῶν τῷ μηδὲν παραλιπεῖν τῶν συντελούντων εἰς ὄνησιν καὶ σωτηρίαν αὐτῶν ἐδικαιώθη ἀπ' αὐτῶν. καὶ οὐκέτι λοιπὸν ἔχουσιν αὐτῷ ἐγκαλεῖν· πάντα γὰρ ἐξεπλήρωσε τὰ αὐτοῦ μηδὲ σκιὰν αὐτοῖς ἢ ἀγνωμοσύνης ἢ ἀχαριστίας καταλιπών. 63 Mt 11, 25 Σοφοὺς λέγει τοὺς Ἰουδαίους, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ ἢ ὅτι σοφοὶ ἦσαν τοῦ κακοποιῆσαι· νηπίους δὲ τοὺς ἀποστόλους. 64 Mt 11, 27 Εἰ πάντων ἐστὶ δεσπότης, μεμπτέοι οἱ μὴ ὑπακούσαντες καὶ ἐπεγνωκότες τὸν πάντων κύριον. 65 Mt 11, 27 ∆εικνὺς καθόλου τῆς τε φύσεως αὐτοῦ καὶ τῆς ἀξίας τὴν ἰσότητα καλῶς ἐπήγαγεν τὸ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι· ἐπειδὴ γὰρ εἶπεν ἄνω πρὸς τὸν πατέρα, ὅτι ἀπεκάλυψας αὐτὰ νηπίοις, τὴν οἰκείαν γνῶσιν εἰσάγων ἐνταῦθα ἐπ' ἴσης τῷ πατρὶ τὸ πᾶσιν ἄγνωστον καὶ ἑαυτὸν εἶναι ἀπεφήνατο, εἴπερ δὴ αὐτὸν ὁ πατὴρ ἀποκαλύπτει οἷσπερ καὶ βούλεται. ἐπήγαγεν τὸ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι, τὸν πατέρα λέγων ὡς διὰ πάντων καὶ τοῦ ἀκαταλήπτου φανῆναι τὴν ἰσότητα καὶ τῆς ἐξουσίας τοῦ γνωρίζειν, τοῦ μὲν πατρὸς τὸν υἱὸν ἀποκαλύπτοντος, τοῦ δὲ υἱοῦ τὸν πατέρα, οἷς βούλεται. 67 Mt 11, 28-30 Πῶς οὖν ὅτι καὶ αὐτὸς πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν; οὔπω πεῖραν εἰλήφατε τῶν ἐμῶν καὶ διὰ τοῦτο οὕτως ταῦτα νομίζετε. εἰ δὲ ὑποβαίητε τὸν ζυγὸν τὸν ἐμὸν καὶ πιστεύσαιτε τοῖς παρ' ἐμοῦ δεδομένοις, εὑρήσετε πλείστην οὖσαν τῶν παρ' ἐμοῦ τε καὶ Μωσέως τὴν διαφοράν· παρ' ἐμοῦ γὰρ ἀνεξικακία καὶ χρηστότης πολλή· πόσον γὰρ ὄγκον ἁμαρτημάτων ὁρῶν φόνους καὶ μονουχίαν καὶ τὰ τούτων ἀπορρητότερα <μακροθυμῶ> καὶ ἀνέχομαι τῶν <δρασάντων> οὐκ ἀπογινώσκων