1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

3

προσωμιλήκειν δεινοῖς ἐκ μέσων τῶν πορφυρόθεν σπαργάνων, ὡς οὕτως εἰπεῖν, καὶ τύχαις ἐχρησάμην οὐκ ἀγαθαῖς, εἰ μή τις θεῖτο τύχην οὐκ ἀγαθὴν καὶ προσμειδιῶσάν μοι τήν τε γειναμένην αὐτὴν καὶ τὸν τεκόντα τοὺς αὐτοκράτορας καὶ τὴν πορφύραν ἐφ' ἧς ἐβλάστησα· τὰ γὰρ ἄλλα φεῦ τῶν κυμάτων, φεῦ τῶν ἐπαναστάσεων. Ὀρφεὺς μὲν οὖν ᾄδων καὶ λίθους ἐκίνει καὶ ξύλα καὶ τὴν ἄψυχον ἁπλῶς φύσιν, Τιμόθεος δὲ ὁ αὐλητὴς τὸν ὄρθιόν ποτε Ἀλεξάνδρῳ αὐλήσας εἰς τὰ ὅπλα παραχρῆμα καὶ τὸ ξίφος ἐκίνει τὸν Μακεδόνα· τὰ δέ γε κατ' ἐμὲ διηγήματα οὐ τοπικήν τινα κίνησιν οὐδὲ πρὸς ὅπλα καὶ μάχην, ἀλλ' ἐς δάκρυα τὸν ἀκροατὴν συγκινήσειε καὶ οὐκ αἰσθητικὴν μόνον, ἀλλὰ καὶ ἄψυχον φύσιν εἰς πάθος καταναγκάσειε. p.4.2 Τὸ μέντοι πάθος τὸ περὶ τὸν Καίσαρα καὶ ὁ κατ' αὐτὸν ἀνέλπιστος θάνατος αὐτῆς μου καθίκετο τῆς ψυχῆς καὶ ἐς βάθος τὸ τραῦμα εἰργάσατο. Καὶ ἡγοῦμαι τὰς προειληφυίας συμφορὰς πρὸς ταύτην τὴν ἄπληστον συμφορὰν ψεκάδα ὡς ὄντως πρὸς ὅλον Ἀτλαντικὸν πέλαγος ἢ τοῦ Ἀδριαντικοῦ πελάγους τὰ κύματα. Μᾶλλον δέ, ὡς ἔοικεν, ἦσαν ἐκεῖνα τούτων προοίμια καί με προκατελάμβανεν ὁ καπνὸς τοῦ καμινιαίου τούτου πυρὸς καὶ ὁ καύσων ἐκεῖνος τῆς ἀρρήτου ταύτης φλογώσεως καὶ τὰ καθ' ἡμέραν πυρσὰ τῆς ἀφάτου πυρκαϊᾶς. Ὢ πυρὸς ἄνευ ὕλης ἀποτεφροῦντος, πυρὸς ἐν ἀπορρήτοις δᾳδουχουμένου καὶ καίοντος μέν, μὴ καταφλέγοντος δὲ καὶ τὴν καρδίαν μὲν περιφρύγοντος, δόξαν δὲ παρέχοντος, ὅτι οὐ συνεφρύγημεν, καίτοι μέχρις ὀστέων καὶ μυελῶν καὶ μερισμοῦ ψυχῆς τὰς πυρακτώσεις δεξάμενοι. p.4.3 Ἀλλὰ γὰρ ἐμαυτῆς αἰσθάνομαι διὰ ταῦτα παρενηνεγμένης τοῦ προκειμένου, καὶ ὁ Καῖσάρ μοι ἐπιστὰς καὶ τὸ τοῦ Καίσαρος πένθος πένθος μοι ἐπέσταξε διωλύγιον. Ἀποψήσασα οὖν τὸ δάκρυον τῶν ὀμμάτων καὶ ἐμαυτὴν ἀναλεξαμένη τοῦ πάθους τῶν ἑξῆς ἕξομαι διπλᾶ κατὰ τὴν τραγῳδίαν κερδαίνουσα δάκρυα, οἷον ἐπὶ τῇ συμφορᾷ συμφορᾶς μεμνημένη. Τὸ γὰρ εἰς μέσον προθεῖναι τοιούτου βασιλέως ὑπόθεσιν καὶ τοσούτου πρὸς ἀρετὴν ἀνάμνησίς ἐστι καὶ τῶν κατ' ἐκεῖνον θαυμάτων, ἅπερ κἀμὲ πρὸς δάκρυα θερμότατα καταφέρει μετὰ πάσης τῆς οἰκουμένης δακρύουσαν. Τὸ γὰρ ἐκείνου μεμνῆσθαι καὶ τὴν αὐτοῦ βασιλείαν εἰς μέσον ἄγειν ἐμοὶ μὲν θρήνων ὑπόθεσις, τοῖς ἄλλοις δὲ ζημίας ἀνάμνησις. Ἀρκτέον τοίνυν ἐνθένδε τῆς ἱστορίας τοὐμοῦ πατρός, ὅθεν καὶ ἄρχεσθαι ἄμεινον· ἄμεινον δὲ ὅθεν σαφέστερός τε καὶ ἱστορικώτερος ὁ λόγος γενήσεται

1.t.1 ΑΛΕΞΙΑΣ Αʹ

1.1.1 Ὁ βασιλεὺς Ἀλέξιος καὶ ἐμὸς πατὴρ καὶ πρὸ τοῦ τῶν σκήπτρων ἐπειλῆφθαι τῆς βασιλείας μέγα ὄφελος τῇ βασι λείᾳ Ῥωμαίων γεγένηται. Ἤρξατο μὲν γὰρ στρατεύειν ἐπὶ Ῥωμανοῦ τοῦ ∆ιογένους. Θαυμαστός τις γὰρ ἐφαίνετο ἐν τοῖς κατ' αὐτὸν καὶ φιλοκινδυνότατος. Οὗτος γὰρ τεσσαρεσ καιδεκάτου ἔτους ὢν κατ' ἐκεῖνο καιροῦ συνεκστρατεύειν ἠπείγετο τῷ βασιλεῖ ∆ιογένει κατὰ Περσῶν βαρυτάτην ἄγοντι στρατιὰν, καὶ ἀπό γε τοῦδε ὁρμήματος ἀπειλὴν κατὰ τῶν βαρ βάρων ἐμφαίνων καὶ ὡς, εἰ συμπλακήσεται τοῖς βαρβάροις, τὸ ξίφος αὐτοῦ μεθύσει ἀφ' αἵματος· οὕτως ἦν φιλοπόλεμος ὁ νεανίσκος. Ἀλλὰ τότε οὐκ ἐξεχώρησεν ὁ αὐτοκράτωρ ∆ιο γένης αὐτῷ ξυνέπεσθαι, ἅτε πάθους καταλαβόντος τὴν μη τέρα βαρυτάτου. Ἐθρήνει γὰρ τὸ τηνικαῦτα θάνατον τοῦ πρωτοτόκου υἱοῦ Μανουήλ, ἀνδρὸς μεγάλα καὶ ἀξιάγαστα ἔργα ἐνδεδειγμένου τῇ τῶν Ῥωμαίων ἀρχῇ. Καὶ ἵνα μὴ ἀπαραμύθητος εἴη ἐκείνη, τὸν μὲν τῶν υἱέων μηκέτι γινώσ κουσα οὗ κατορύξειε, τὸν δὲ ἀποστέλλουσα ἐν πολέμοις καὶ δεδοικυῖα μή τι ἀπαίσιον συναντήσοι τῷ