1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

128

παρανάλωμα φόνου γενησόμεθα ἢ παρ' οὐδὲν ἡμᾶς λογισάμενοι ἴσως τοῖς τείχεσι τῆς πόλεως προσπελάσαντες οὐκ ἐγχωρήσουσιν ἡμῖν εἰς τὴν βασιλίδα πόλιν εἰσελθεῖν αὐτοῦ που περὶ τὰς πύλας αὐτῆς αὐλισά μενοι. Λοιπὸν κινδυνεῦσαι ἡμᾶς χρὴ καὶ μὴ ἀνάνδρως ἀποθανεῖν. Ἐγὼ μὲν οὖν ἤδη ἔξειμι καὶ ὁπόσοι βούλεσθε, προεκδραμόντος ἐμοῦ καὶ ἐς μέσον τῶν Σκυθῶν εἰσπηδή σαντος συνέψεσθε, ὁπόσοι δὲ τοῦτο οὐ δύνασθε ἢ οὐ βούλεσθε, μηδὲ τῶν πυλῶν ἐκτὸς γένοισθε.» 8.1.5 Παρα χρῆμα γοῦν διὰ τῆς ἀπονενευκυίας ὡς πρὸς τὴν λίμνην πύλης ὁπλισάμενος ἔξεισι. Καὶ παραδραμὼν τὰ τείχη καὶ μικρὸν παρεγκλίνας ἐξ ὀπισθίων τοῦ αὐχένος ἄνεισιν. Οὐδὲ γὰρ συνέψεσθαι τούτῳ διέγνω τοὺς μετ' αὐτοῦ τὸν κατασυστάδην μετὰ τῶν Σκυθῶν πόλεμον. Καὶ πρῶτος αὐτὸς δόρυ σπασάμενος ἐς μέσους Σκύθας ἑαυτὸν ὤθησε παίσας τὸν πρώτως αὐτῷ ὑπαντιάσαντα. Ἀλλ' οὐδ' οἱ σὺν αὐτῷ στρατιῶται τῆς μάχης ἀπελείφθησαν κἀν τεῦθεν τοὺς μὲν πλείους ἔκτειναν, τοὺς δὲ καὶ ζωγρίαν ἦγον. Εἶτα ὁποῖα ἐκεῖνος μηχανᾶσθαι εἰώθει, τὰς τῶν Σκυθῶν ἐσθῆτας τοὺς στρατιώτας ἀμφιέννυσι καὶ τῶν Σκυθικῶν ἵππων ἐπιβῆναι κελεύει, τοὺς δὲ ἵππους τῶν στρατιωτῶν καὶ τὰς τούτων σημαίας καὶ τὰς ἀποτμη θείσας τῶν Σκυθῶν κεφαλὰς παραδούς τισι τῶν εὐνου στέρων παραλαβόντας προσέταξεν εἴσω τοῦ κάστρου γενέσθαι ἀπεκδεχομένους αὐτόν. Ταῦτα τοίνυν οὕτως οἰκονομήσας ἐκεῖνος μετὰ τῶν σκυθικῶν σημαιῶν καὶ τῶν τὰ σκυθικὰ ἄμφια περιβεβλημένων στρατιωτῶν κάτεισιν ὡς πρὸς τὸν ἀγχοῦ Χοιροβάκχων ῥέοντα ποταμόν, ὅπου καὶ τοὺς ἀπὸ τῆς προνομῆς ὑποστρέφοντας Σκύθας ἐνόμιζε διελθεῖν. Οἱ δὲ προνομεῖς ἐκεῖνοι θεασάμενοι τού τους ἱσταμένους ἐκεῖσε καὶ νομίσαντες Σκύθας καὶ αὐτοὺς εἶναι ἀφυλάκτως τούτοις προσπίπτοντες οἱ μὲν ἀνῃροῦντο, ἄλλοι δὲ καὶ κατείχοντο.

8.2.1 Ἑσπέρας δὲ καταλαβούσης (σάββατον δὲ ἦν) ἐπαν έρχεται μετὰ τῶν δορυαλώτων. Καρτερήσας δὲ καὶ τὴν ἐπιοῦσαν αὐγαζούσης ἤδη τῆς δευτέρας ἐξῆλθε τοῦ κάστρου· Καὶ διελὼν τοὺς ὑπ' αὐτὸν ἔμπροσθεν μὲν εἰσή γαγε τοὺς τὰς τῶν Σκυθῶν σημαίας κατέχοντας, ὄπισθεν δὲ τοὺς δορυαλώτους τῶν Σκυθῶν, παρὰ χωριτῶν ἕκαστον τούτων κατεχομένους· τὰς δὲ ἀποτμηθείσας κεφαλὰς δόρασι περιπείρας παρ' ἑτέρων αὖθις ἐν τούτοις ἀπαιωρουμένας παρεκελεύσατο οὕτως τὴν ὁδοιπορίαν ποιεῖσθαι. Τούτων δὲ ὄπισθεν ἐκ διαστήματος μετρίου ἀπέχων μετὰ τῶν ὑπ' αὐτὸν καὶ τῶν συνήθων τοῖς Ῥωμαίοις σημαιῶν ἑπόμενος ἦν. 8.2.2 Αὐγαζούσης δὲ τῆς ἀπόκρεω κυριακῆς ὁ Παλαιο λόγος θερμουργὸς ὢν περὶ τὰς πολεμικὰς πράξεις πρὸ τῶν ἄλλων ἐξεληλύθει τοῦ Βυζαντίου. Τὸ δὲ ὀξύρροπον τῶν Σκυθῶν ἐπιστάμενος οὐκ ἀπεριμερίμνως τὴν ὁδοιπορίαν ἐποιεῖτο, ἀλλ' ἀποδιελὼν τῶν συνεφεπομένων αὐτῷ θερα πόντων ὀλίγους παρεκελεύσατο αὐτοῦ προεκτρέχειν διά στημα καὶ τὰς πεδιάδας καὶ τὰ ἄλση καὶ τὰς ὁδοὺς περια θρεῖν, ἵν' εἴ πού τινες τῶν Σκυθῶν ἀναφενεῖεν, ταχὺ ὑποστρέψαντες ἀπαγγείλωσιν αὐτῷ. Οὕτω γοῦν πορευό μενοι, ἐπεὶ κατὰ τὴν πεδιάδα τὴν οὕτω καλουμένην ∆ιμυ λίαν τοὺς τὰ σκυθικὰ περιβεβλημένους ἄμφια καὶ σκυθικὰς σημαίας ἐθεάσαντο, εἰς τοὐπίσω ἀναστρέψαντες τοὺς Σκύθας ἤδη καταλαμβάνειν ἔφασαν. Ὁ δὲ παραχρῆμα ἐν τοῖς ὅπλοις ἦν. Κατὰ πόδας δὲ καὶ ἕτερος ἐλθὼν διενί στατο λέγων ὡς ὄπισθεν τῶν τάχα Σκυθῶν ἐξ ἱκανοῦ διαστήματος ῥωμαϊκαὶ ἀνεφάνησαν σημαῖαι καὶ στρα τιῶται κατόπιν θέοντες. 8.2.3 Οἱ μὲν οὖν ταῦτα ἀπαγγέλ λοντες τὸ μέν τι καὶ ἐστοχάζοντο τῆς ἀληθείας, τὸ δὲ καὶ παρεστοχάζοντο. Τὸ μὲν γὰρ κατόπιν ἐλαῦνον στρά τευμα ὡς ἀληθῶς καὶ ῥωμαϊκὸν ἦν καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασι καὶ ὁ βασιλεὺς αὐτῶν ἡγεμόνευε, τὸ δὲ προπορευόμενον καὶ σκυθικῶς ἐσταλμένον τῆς ῥωμαϊκῆς μὲν ἦσαν ἅπαντες στρατιᾶς, σκυθικὰς δὲ στολὰς ἠμφιέν νυντο, τοῦτο μὲν καὶ οὕτως ἐσχηκότες ὥσπερ ἦσαν ἀμφια σάμενοι ταύτας κατὰ τὸ τοῦ αὐτοκράτορος παράγγελμα, ὁπόταν