1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

100

τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι ὥστε μὴ παλινοστῆσαι τοῦ θείου φωτίσματος τυχών. 6.9.5 Καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι' ἐγγράφου προστάξεως σουλτανικῆς, ἵν' εἴπερ ὁ βασιλεὺς πρὸς τὸ τελέσαι τὸ μετ' αὐτοῦ κῆδος προθυμηθείη, ἅπαντας τοὺς τὰς παραλίας πόλεις κατασχόντας σατράπας ἀπελάσῃ ἐκεῖθεν τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα ὑποδεικνὺς αὐτοῖς, ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασι λεὺς τῷ Σιαοὺς ὑπέθετο, καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπελά σειε τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς, αὖθις πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέψαι. Ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χαρατικῇ ἐκεῖθεν αὐτὸν ἀπή λασε μηδ' ἄχρις ἑνὸς ὀβολοῦ τῶν βασιλικῶν ὑποκρατή σαντα χρημάτων. Γίνεται δέ τι τοιοῦτον. Ἐν τῷ τῆς Σινώπης ἐξέρχεσθαι αὐτὸν κατεάξας τὸ ἐπ' ὀνόματι τῆς ὑπεραμώμου δεσποίνης ἡμῶν θεοτόκου τέμενος δαίμονι καθάπερ τινὶ ἀλάστορι ἐκ θείας προνοίας παραδοθεὶς ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν δαιμονιῶν ἐξεληλύθει. 6.9.6 Τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταν τίνῳ τῷ ∆αλασσηνῷ ἀνέθετο ἐπ' αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι κᾆθ' οὕτως τὰς ἄλλας πόλεις περιιὼν καὶ τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς ἐκεῖθεν ἐξήλαυνε παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτοκράτορος σατράπας. Ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος ὑποστρέφει πρὸς αὐτὸν κἀντεῦθεν τοῦ θείου βαπτίσματος τετυχηκὼς καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου προχειρίζεται.

6.10.1 Τῆς σφαγῆς δὲ τοῦ Ἀμὴρ Σολυμᾶ κατὰ τὴν Ἀσίαν ἅπασαν διαδραμούσης, ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πολίχνια ἔτυχον φυλάσσοντες, ἕκαστος ὅπερ ἔτυχε φυλάσ σων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. Καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νίκαιαν παρεδίδου φρουρεῖν ἐν τῷ πρὸς Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τά τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο ὥστε ἕκαστον τὸ ἴδιον λάχος φρουρεῖν τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκ δεχόμενον. Ὁ δὲ Ἀπελχασὴμ ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν ταύτην κατασχών, ἐν ᾖ καὶ τὸ σουλτανίκιον ἦν, καὶ τῷ ἰδίῳ ἀδελφῷ Πουλχάσῃ τῶν κατὰ τὴν Καππα δοκίαν παραχωρήσας ἐν ἀμεριμνίᾳ τέως ἦν τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν. ∆εινὸς γὰρ ὢν ὁ ἀνὴρ καὶ φιλο κίνδυνος ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνο μεῖς ἀποστέλλων τὴν Βιθυνῶν ἐλῄζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. 6.10.2 Τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησά μενος ὁ αὐτοκράτωρ τοὺς μὲν προνομεῖς ἀνέστελλε, τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς συνήλαυνε. Βυσσο δομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ' αὐτοῦ καὶ τὰς σπονδὰς ἀναβαλλόμενον δεῖν ἐλογίσατο κατ' αὐτοῦ ἀξιό μαχον ἐκπέμψαι στράτευμα. Τὸν Τατίκιον δέ, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης πέπομφε κατὰ τῆς Νικαίας ἐντειλάμενος αὐτῷ μετὰ νουνε χείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, εἴ γε τέως ἔξωθέν τισιν ἐντύχοιεν. Ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι εἰς διακοσίους ποσούμενοι ἀθρόως κατ' αὐτοῦ ἐξιππάσαντο. Οἱ δὲ Κελτοί (ἦσαν γὰρ ἱκανοί) τούτους θεασάμενοι κατὰ πρόσωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ' αὐτῶν ἵενται καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν. 6.10.3 Ὁ δέ γε Τατίκιος ἵστατο αὖθις ἐπὶ ταὐτοῦ σχήματος τῆς παρα τάξεως μέχρις ἡλίου δυσμῶν. Ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τὴν Βασίλειαν τὸν χάρακα ἐπήξατο δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. Νυκτὸς δέ τις προσεληλυθὼς αὐτῷ ἀγρότης τὸν Προσοὺχ διενίστατο μετὰ πεντήκοντα χιλιάδων