1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

33

εἰπὼν ἄν τις οὐ διαμάρτῃ τοῦ δέοντος. Πάσαις τοίνυν ἀρεταῖς κεκοσμημένον τὸν Ἀλέξιον οἱ ἤδη ῥηθέντες ἄνδρες ἀνέκαθεν καὶ πάλαι γινώσκοντες τὴν αὐτοῦ ἀνάρρησιν καὶ ἠγάπων καὶ ἐπηύχοντο. 2.4.9 Ὁ δὲ Ἀλέξιος καὶ ἐξ αὐτοῦ αἰτήσας ὅρκον καὶ λαβὼν δρομαῖος ἄπεισιν οἴκαδε καὶ πάντα ἀνακοινοῦται τοῖς αὐτοῦ. Νὺξ ἦν ἡ τῆς τυροφάγου κυριακῆς, καθ' ἣν οὑμὸς πατὴρ ταῦτα ἐσκέπτετο. Τῇ δὲ μετ' αὐτὴν ὄρθρου βαθέος μετὰ τῶν ἀμφ' αὐτὸν ἐξεληλύθει τῆς πόλεως. Ἔνθεν τοι καὶ τὸ πλῆθος ἀποδεξάμενον τῆς ὁρμῆς τὸν Ἀλέξιον καὶ τῆς ἀγχινοίας ἐξ αὐτῶν τῶν πραγμάτων ᾀσμάτιον αὐτῷ ἀνεπλέξαντο ἐξ ἰδιώτιδος μὲν συγκείμενον γλώττης, αὐτὴν δὲ τὴν τοῦ πράγματος ἐπίνοιαν ἐμμελέστατά πως ἀνα κρουόμενον καὶ κατεμφαῖνον τήν τε προαίσθησιν τῆς κατ' ἐκείνου ἐπιβουλῆς καὶ τὰ παρ' αὐτοῦ μεμηχανημένα. Τὸ δὲ ᾀσμάτιον αὐταῖς λέξεσιν εἶχεν οὕτως· «τὸ σάββατον τῆς τυρινῆς χαρὰ 'στ' Ἀλέξιε ἐνόησές το καὶ τὴν δευτέραν τὸ πρωῒ ὕπα καλῶς γεράκιν μου.» Εἶχε δὲ ὧδέ πως ἐννοίας τὸ διαφημιζόμενον ἐκεῖνο ᾀσμάτιον, ὡς ἄρα «κατὰ μὲν τὸ τυρώνυμον σάββατον ὑπέρευγέ σοι τῆς ἀγχινοίας, Ἀλέξιε, τὴν δὲ μετὰ τὴν κυριακὴν δευτέραν ἡμέραν καθάπερ τις ὑψιπέτης ἱέραξ ἀφίπτασο τῶν ἐπιβουλευόντων βαρβάρων».

2.5.1 Ἐπεὶ δὲ ἡ μήτηρ τῶν Κομνηνῶν ἡ ∆αλασσηνὴ Ἄννα γαμβρὸν ἔφθασεν εἰσποιήσασθαι ἐπὶ τῇ θυγατρὶ Μανουὴλ τοῦ πρωτοτόκου τῶν υἱῶν αὐτῆς τὸν τοῦ Βοτα νειάτου ἔγγονον, πτοηθεῖσα μὴ ὁ παιδαγωγὸς αὐτοῦ γνοὺς τὴν ἐπιβουλὴν προσαγγείλῃ τῷ βασιλεῖ βουλὴν ἀρίστην βουλεύεται. Καὶ δὴ προσκυνήσεως χάριν τῶν τοῦ Θεοῦ ἁγίων ἐκκλησιῶν ἀθροισθῆναι κελεύει πάντας ἑσπέρας· ἦν γὰρ αὐτῇ σύνηθες εἰς τὰ ἱερὰ τεμένη φοιτᾶν. Γίνεται τοῦτο· καὶ δὴ πάντες, ὡς ἔθος, παρῆσαν ἐξῆγόν τε τοὺς ἵππους τῶν ἱπποστάθμων ἐπιμελῶς στρωννύειν σχηματι ζόμενοι τὰς γυναιξὶ πρεπούσας ἐφεστρίδας. Ὁ δέ γε τοῦ Βοτανειάτου ἔγγονος σὺν τῷ παιδαγωγῷ ὕπνωττον· ἀπο μεμέριστο γάρ τι τούτοις οἴκημα ἴδιον. 2.5.2 Περὶ πρώτην δὲ φυλακὴν τοὺς πυλεῶνας κλείσαντες οἱ Κομνηνοὶ μέλ λοντες ἤδη ὁπλίζεσθαι καὶ τῆς βασιλευούσης πόλεως ἀφιππάσασθαι τῇ μητρὶ παρέσχον τὰς κλεῖς ἔκλεισάν τε ἀψοφητὶ καὶ τὰς θύρας τοῦ δώματος, ἐν ᾧ ὁ ἐπ' ἐγγόνῃ γαμβρὸς αὐτῆς ὁ Βοτανειάτης ἀφύπνωττεν, οὐ μέντοι ἀκριβῶς κατασφαλισάμενοι ὡς ἐφαρμόσαι ταύτας ἀλλήλαις, ἵνα μὴ ψόφος τις γεγονὼς διυπνίσῃ αὐτόν. Τούτων οὕτω γινομένων τὸ πλεῖστον παρῳχήκει τῆς νυκτός. Πρὸ ἀλεκ τοροφωνίας οὖν πρώτης τοὺς πυλεῶνας ἀνοίξαντες τήν τε μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὰς σφῶν γυναῖκας καὶ τὰ παιδία συμπαραλαβόντες μέχρι τοῦ Κωνσταντινίου φόρου ὁμοῦ πεζῇ συναπῄεσαν. Κἀκεῖθεν συνταξάμενοι ταύταις ἐκεῖνοι μὲν πρὸς τὰ ἐν Βλαχέρναις βασίλεια μάλα ὀξέως ἐξέδραμον· αὖται δὲ πρὸς τὸν τῆς μεγάλης Σοφίας νεὼν σὺν σπουδῇ ἔθεον. 2.5.3 Ὁ δὲ τοῦ Βοτα νειάτου παιδαγωγὸς διυπνισθεὶς καὶ γνοὺς τὸ γενόμενον ἐξῄει πρὸς αὐτοὺς δᾷδα ταῖν χεροῖν ἔχων φθάνει τε κατὰ τάχος αὐτοὺς τοῦ τῶν ἁγίων τεσσαράκοντα τεμένους ἐγγὺς μήπω κατειληφότας. Θεασαμένη δὲ τοῦτον εὐθὺς ἡ ∆αλασσηνὴ καὶ μήτηρ τῶν ἀριστέων ἐκείνων παίδων φησὶ «κατεῖπον ἡμῶν τινες, ὡς ἐπυθόμην, τῷ βασιλεῖ. Ἄπειμι γοῦν εἰς τὰς ἁγίας ἐκκλησίας τῇ αὐτῶν χρωμένη, καθὼς ἂν δυναίμην, ἐπαρωγῇ· κἀκεῖθεν αὐγαζούσης ἡμέρας ἀπελεύσομαι πρὸς τὰ βασίλεια. Ἄπιθι τοίνυν αὐτός, ἵν' ὁπηνίκα οἱ πυλωροὶ ἀνοίξωσι, περὶ τῆς ἡμῶν αὐτοῖς ἀπαγγείλῃς ἐλεύσεως». Ὁ δ' εὐθὺς πρὸς τὸ κελευ σθὲν ἠπείγετο. 2.5.4 Αἱ δὲ φθάνουσι πρὸς τὸ τοῦ ἱεράρχου Νικολάου τέμενος, ὃ Προσφύγιον μέχρι τῆς δεῦρο εἰώθασιν ὀνομάζειν, ἀγχοῦ τῆς μεγάλης ἐκκλησίας καὶ πρῴην ἐνιδρυμένον πάλαι ἐπὶ σωτηρίᾳ τῶν ἐπ' ἐγκλήμασιν ἁλισκομένων, ὡς μέρος τυγχάνον τοῦ μεγάλου τεμένους καὶ ἐπίτηδες, οἶμαι, κατασκευασθὲν τοῖς ἀρχαίοις,