1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

117

πρώτως ἱστορούμενα, ἵν' ἐνδειξαίμεθα ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πανταχοῦ στρατηγίαις νῦν μὲν ἀφ' ἑαυτοῦ, νῦν δὲ ἀπὸ τῶν ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον οἱ τόποι προσηγορίας· τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων βασιλέως καταμανθάνω. Καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ' Αἴγυπτον, ὅπου δὲ Ἀλεξάνδρεια ἡ κατ' Ἰνδοὺς ἀπ' ἐκείνου ὠνόμασται· ἴσμεν δὲ καὶ ἀπὸ Λυσιμάχου ἑνὸς τῶν ἀμφ' αὐτὸν στρατιωτῶν Λυσιμαχίαν κατονομάζεσθαι. Οὐκ ἂν οὖν θαυμασαίμην εἰ καὶ ὁ βασι λεὺς Ἀλέξιος ζῆλον ἀλεξάνδρειον ἀναλαβὼν ὅπου μὲν ἐξ ἐθνῶν ἢ συρραγέντων ἢ προσκεκλημένων παρ' αὐτοῦ περι ῆψε τοῖς τόποις ὀνομάτων καινότητας ἢ ἀφ' ὧν αὐτὸς κατεπράξατο τῆς ἑαυτοῦ προσηγορίας τοῖς τόποις μετέ δωκε. Τοσαῦτα μὲν περὶ τῆς ἄνωθεν εἰρημένης Ὀζολίμνης ἐπερρίφθω ἱστορικώτερον. Οἱ δὲ Κόμανοι, ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον, παλινδρομοῦσιν εἰς τὰ ἴδια ἐφ' ᾧ τὰ χρειώδη συγκομισάμενοι αὖθις κατὰ τῶν Σκυθῶν ἐπανα στρέψαι.

7.6.1 Συνάγεται ἐν τῷ μεταξὺ ὁ βασιλεὺς κείμενος εἰς Βερόην, ἐξοπλίζει τοὺς αἰχμαλώτους καὶ τὸ λοιπὸν ἅπαν ὁπλιτικόν. Τότε καὶ ὁ Φλάντρας κόμης ἐξ Ἱεροσολύμων ἐπανερχόμενος ἐκεῖσε καταλαμβάνει τὸν αὐτοκράτορα καὶ τὸν συνήθη τοῖς Λατίνοις ἀποδίδωσιν ὅρκον ὑποσχόμενος ἅμα τῷ τὰ οἴκοι καταλαβεῖν συμμάχους ἀποστεῖλαί οἱ ἱππεῖς πεντακοσίους. Φιλοτιμησάμενος τοίνυν τὸν τοιοῦ τον ὁ βασιλεὺς πρὸς τὰ σφέτερα χαίροντα προέπεμψεν. Ἀπάρας οὖν ἐκεῖθεν ὁ αὐτοκράτωρ μεθ' ὧν αὖθις συνελέ ξατο δυνάμεων καταλαμβάνει τὴν Ἀδριανούπολιν. 7.6.2 Οἱ δὲ Σκύθαι διεληλυθότες τὰ μεταξὺ τέμπη μέσον Γολόης καὶ ∆ιαμπόλεως κατὰ τὴν λεγομένην Μαρκέλλαν τὸν χάρακα ἐπήξαντο. Ὁ δέ γε αὐτοκράτωρ τὰ κατὰ τοὺς Κομάνους μεμαθηκώς, ἐπεὶ προσδόκιμοι ἐπαναστρέψαι ἦσαν, ἐδεδίει τὴν ἐκείνων ἔλευσιν ὑφορώμενος. Μεταπεμ ψάμενος τοίνυν τὸν Συνέσιον καὶ τοῖς πρὸς τοὺς Σκύθας χρυσοβούλλοις λόγοις ἐφοδιάσας ἐκπέμπει παραγγείλας ὡς εἰ μὲν πεισθεῖεν σπείσασθαι καὶ δοῖεν ὁμήρους, ἀνα χαιτίσαι αὐτοὺς τῆς ἐπὶ τὸ πρόσω φορᾶς καὶ παρασκευάσαι μένειν ἐν ᾧ προκατέλαβον τόπῳ καὶ οὕτω χορηγεῖν αὐτοῖς δαψιλῆ τὰ χρειώδη. Ἐσκόπει γὰρ τούτοις κατὰ τῶν Κομά νων χρήσασθαι, εἰ τὸν Ἴστρον αὖθις καταλαβόντες πρὸς τὰ πρόσω χωρεῖν ἐπιχειρήσαιεν. Εἰ δέ γε οἱ Σκύθαι μὴ πείθονται, αὐτοῦ που καταλιπεῖν αὐτοὺς καὶ ὑποστρέψαι. 7.6.3 Κατέλαβε τούτους ὁ ῥηθεὶς Συνέσιος καὶ τὰ εἰκότα προσομιλήσας ἔπεισεν ὑποσπόνδους γενέσθαι τῷ βασιλεῖ. Κἀκεῖσε προσκαρτερῶν πάντας αὐτοὺς θεραπείας ἠξίου πᾶσαν περιαιρῶν σκανδάλου πρόφασιν. Ἐπαναστρέψαντες δὲ αὖθις οἱ Κόμανοι παρεσκευασμένοι πρὸς τὸν κατὰ τῶν Σκυθῶν πόλεμον καὶ μὴ ἐντυχόντες αὐτοῖς, ἀλλὰ μεμαθη κότες τὴν τούτων διὰ τῶν κλεισουρῶν ἔλευσιν καὶ ὅτι τὴν Μαρκέλλαν καταλαβόντες εἰς εἰρηνικὰς ἦλθον μετὰ τοῦ βασιλέως σπονδάς, ἐξαιτοῦνται διελθεῖν τὰς κλεισούρας καὶ προσβαλεῖν τοῖς Σκύθαις. Ὁ δὲ πρὸς τοῦτο ἀνένευσε προεφθακὼς σπείσασθαι μετὰ τῶν Σκυθῶν εἰπὼν ὡς «Οὐ χρεία τὸ παρὸν βοηθείας ἡμῖν· λαβόντες ἱκανὰ ἐπαναστρέ ψατε.» Καὶ φιλοφρονησάμενος τοὺς πρέσβεις δῶρά τε ἱκανὰ ἐπιδοὺς μετ' εἰρήνης ἀπέστειλε. Τοῦτο θάρσος τοῖς Σκύθαις ἐνέβαλε καὶ παρασπονδήσαντες τῆς προτέρας ἀπανθρωπίας εἴχοντο λῃζόμενοι τὰς παρακειμένας πόλεις καὶ χώρας. Ἀστατεῖ γὰρ ὡς ἐπίπαν ἅπαν τὸ βάρβαρον καὶ σπονδὰς φυλάττειν οὐ πέφυκε. 7.6.4 Τοῦτο θεασάμενος ὁ Συνέσιος ἐπανέρχεται πρὸς τὸν βασιλέα αὐτεπάγγελτος μηνυτὴς γεγονὼς τῆς τῶν Σκυθῶν ἀγνωμοσύνης καὶ παρα βάσεως. Τὴν Φιλιππούπολιν δὲ τούτων καταλαβόντων τοῦτο μεμαθηκὼς ὁ βασιλεὺς ἐν ἀμηχανίᾳ καθίστατο ἀπο χρώσας πρὸς τοσαῦτα πλήθη μὴ ἔχων δυνάμεις ὥστε ὅλως τὴν μετ' αὐτῶν μάχην ἀναδέξασθαι. Ὁποῖος δὲ ἐκεῖνος ἐν ἀμηχάνοις πόρους εὑρίσκων καὶ μηδ' ὁπωσοῦν καταπίπτειν ἐν περιστάσεσιν εἰωθώς, δεῖν ἔγνω