1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

124

ἀλλαχῇ σκεδασθέντες κατὰ μικρὸν αὖθις πρὸς τὸ Ῥούσιον ἐπανήρχοντο· οἱ πλείους δὲ τού των καὶ μάχης παντελῶς ἄγευστοι. Ὁ δέ γε Μοναστρᾶς καὶ Οὐζᾶς καὶ ὁ Συνέσιος, ἄνδρες ἀρηΐφιλοι καὶ μαχι μώτατοι, διὰ τοῦ Ἄσπρου καλουμένου τῷ τότε διελθόντες χωρίου ἀπόμαχοι καὶ αὐτοὶ τὸ Ῥούσιον καταλαμβάνουσιν.

7.10.1 Ὁ δὲ αὐτοκράτωρ ὑπὸ τοῦ συνέχοντος αὐτὸν, ὡς ἔφην, ῥίγους βιαζόμενος κατεκλίθη μικρὸν ἑαυτὸν ἀνακτη σόμενος. Ἀλλ' ὅμως οὐδ' οὕτως ἠρέμει σκεπτόμενος τί ἂν χρὴ τὴν αὔριον ποιῆσαι. Προσελθὼν δ' ὁ Τατράνης (Σκύθης δὲ οὗτος ὁ ἀνὴρ πολλάκις αὐτομολήσας πρὸς τὸν αὐτοκράτορα καὶ παλινδρομήσας αὖθις οἴκαδε καὶ τοσαυ τάκις παρ' αὐτοῦ συμπαθείας ἀξιωθεὶς καὶ πολὺν τὸν πόθον εἰς αὐτὸν διὰ τὴν τοσαύτην ἀνεξικακίαν ἐσχηκὼς τὰ ὑπὲρ αὐτοῦ τοῦ λοιποῦ ὅλῃ ψυχῇ καὶ φρονῶν καὶ πραγ ματευόμενος) ἔφη· «Ἐλπίς ἐστί μοι, βασιλεῦ, κατὰ τὴν αὔριον τοὺς Σκύθας κυκλῶσαι ἡμᾶς καὶ οὕτω τὸν μεθ' ἡμῶν ἀναζητῆσαι πόλεμον. Χρὴ τοίνυν προλαβόντας ἔξω τῶν τειχῶν αὐγαζούσης ἡμέρας παρατάξασθαι.» Ἐπαι νέσας δὲ τοῦτον ὁ βασιλεὺς καὶ ἀποδεξάμενος τῆς βουλῆς συνέθετο ἡλίου ἀνίσχοντος πέρας ταύτην λαβεῖν. Ὁ δὲ ταῦτ' εἰπὼν ἀπελθὼν τοιαῦτα πρὸς τοὺς ἡγεμόνας ἀπεστο μάτισε τῶν Σκυθῶν· «Μὴ ἐπαίρεσθε διὰ τὰς προγεγενη μένας ἥττας τοῦ αὐτοκράτορος, μηδὲ ὀλιγοστοὺς ὁρῶντες ἡμᾶς τὴν μεθ' ἡμῶν ἐπ' ἀγαθαῖς ἐλπίσι θαρρεῖτε μάχην. Ἄμαχος τὴν ἰσχύν ἐστιν ὁ κρατῶν καὶ πολὺ μισθοφορικὸν ὅσον ἤδη ἐλπίζεται καταλαβεῖν. Καὶ εἰ μὴ τὴν μετ' αὐτοῦ εἰρήνην ἀσπάσεσθε, τὰ σώματα ὑμῶν οἰωνοὶ ἔδονται.» 7.10.2 Τοιαῦτα μὲν τὰ τοῦ Τατράνη πρὸς τοὺς Σκύθας. Ὁ δέ γε αὐτοκράτωρ μελετήσας τοὺς κατὰ πεδιάδα νεμομένους ἵππους αὐτῶν ἀναλαβέσθαι (ἦσαν γὰρ παμπληθεῖς) λῃζο μένων ὁσημέραι τε καὶ νύκτες τὴν ἡμεδαπὴν χώραν μετα πεμψάμενος τόν τε Οὐζᾶν καὶ τὸν Μοναστρᾶν ἐπέσκηψε μεθ' ἱππέων ἐκκρίτων ἐξ ὀπισθίων τῶν Σκυθῶν διελθόντας κατὰ τὸ περίορθρον τὰς πεδιάδας καταλαβεῖν καὶ τοὺς ἵππους ἅπαντας καὶ τἆλλα κτήνη σὺν αὐτοῖς νομεῦσιν ἀναλαβέσθαι καὶ μὴ δεδιέναι παρεκελεύετο. «Ἡμῶν γάρ, φησι, κατὰ πρόσωπον αὐτοῖς μαχομένων ὑμεῖς ῥᾳδίως τὸ κελευσθὲν ἐκπληρώσετε.» Οὐδαμῶς δὲ τοῦ σκοποῦ διημάρ τηκεν· ὁ γὰρ λόγος ἔργον εὐθὺς ἐγεγόνει. 7.10.3 Αὐτὸς δὲ τὴν κατ' αὐτοῦ τῶν Σκυθῶν ἐπέλευσιν προσδόκιμον ἔχων οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδ' ἐπινυστάζων ὅλως ἦν, ἀλλὰ μεταπεμπόμενος δι' ὅλης νυκτὸς τοὺς στρατιώ τας καὶ μᾶλλον τοὺς τῆς τοξείας εἰδήμονας πολλὰ περὶ τῶν Σκυθῶν ὡμίλει ἐπαλείφων οἷον αὐτοὺς καὶ τὰ συνοί σοντα πρὸς τὴν ἐλπιζομένην ἐς νέωτα μάχην ξυμβουλεύων, ὅπως δεῖ τόξον τείνειν καὶ βέλη πέμπειν, ἔστιν οὗ καὶ τοὺς ἵππους ἀνασειράζειν καὶ αὖθις ἐνδιδόναι τὸν χαλινὸν καὶ ἀποβαίνειν τῶν ἵππων, εἰ καὶ τοῦτο χρή. Ἀλλὰ ταῦτα μὲν τὰ τῆς νυκτὸς ἔργα· μικρὸν δὲ ὑπνώσας, ἐπεὶ τῆς ἡμέρας ἤδη ἐπιφωσκούσης οἱ λογάδες ἅπαντες τῶν Σκυ θῶν διαπεραιωθέντες τὸν ποταμὸν τὸν πόλεμον ἀναζητεῖν ἐῴκεσαν καὶ ἤδη πέρας ὁ τοῦ αὐτοκράτορος ἐλάμβανε στο χασμός (δεινὸς γὰρ ἦν προϊδέσθαι τὸ μέλλον ἐμπειρίαν πολλὴν τῇ πυκνότητι τῶν ὁσημέραι κατ' αὐτοῦ ἐπανιστα μένων πολέμων λαβών), ἐπιβὰς παραχρῆμα τοῦ ἵππου τὴν ἐνυάλιον ἠχῆσαι προσέταττε σάλπιγγα καὶ τὰς φάλαγγας καταστησάμενος αὐτὸς ἐπὶ τοῦ μετώπου εἰστήκει. Ὁρῶν δὲ τοὺς Σκύθας ἰταμώτερον ἢ πρότερον ἐπικαταλαμβάνον τας παραχρῆμα τοὺς τῆς τοξείας εἰδήμονας ἀποβῆναι τῶν ἵππων καὶ βάδην κατ' αὐτῶν ἰέναι ἐπέσκηψε καὶ συνεχῆ τὰ τόξα τείνειν· τὸ δέ γε λοιπὸν τῆς παρατάξεως κατόπιν τούτων ἵετο καὶ αὐτὸς ὁ αὐτοκράτωρ τὸ μέσον διέπων τοῦ στρατεύματος. 7.10.4 Οἱ δὲ τοῖς Σκύθαις μετὰ τόλμης προσέβαλον. Καρτερᾶς δὲ τῆς μάχης γεγονυίας τὸ μὲν τῇ πυκνότητι τῶν βελῶν, τὸ δὲ καὶ τὸν τοῦ ῥωμαϊκοῦ συντάγ ματος συνασπισμὸν ὁρῶντες καὶ αὐτὸν δὴ τὸν αὐτοκράτορα ἐκθύμως