1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

207

φιλανθρωπίας χειρῶν ἀπολέλυκεν. Εἰ δ' ὑπερβαῖεν ἐκείνας, σύμβολόν ἐστι τοῦτο ὡς δῆθεν καὶ τὸ βασίλειον κράτος τούτους ἀπώσατο. 12.6.9 Τῆς Τύχης οὖν ἐστι <τὰ> τῶν ὑπὸ τὴν τιμωρίαν ἀνθρώπων, ἣν ἐγὼ θείαν ψῆφον εἶναι λογίζομαι, καὶ δεῖ καλεῖν ἐκείνην εἰς ἀρωγήν. Ἢ γὰρ τὰ τῆς συμπαθείας ἐντὸς ἔφθακε τῶν χειρῶν καὶ ἐξῄρηντο τῶν κινδύνων οἱ δυστυχοῦντες, ἢ τὰς χεῖρας παρωδευκότες καὶ πόρρω σωτηρίας εἰσίν. Ἐγὼ δὲ τὸ πᾶν εἰς τὴν τοῦ Θεοῦ ἀνατίθημι Πρόνοιαν, ἣ καὶ τότε τὸν ἄνδρα τῆς ἐξορύξεως τῶν ὀμμάτων τοῦτον ἐξείλετο. Θεὸς γὰρ ἡμᾶς, ὡς ἔοικε, τὸ τηνικαῦτα ἐκίνησεν εἰς τὴν τούτου συμπάθειαν. Ὁ γάρ τοι τῆς σωτηρίας ἄγγελος σπεύσας ἔνθεν τῆς ἁψῖδος, ἐν ᾗ αἱ χαλκαῖ χεῖρες ἦσαν ἐμπεπηγμέ ναι, τὸ τῆς συμπαθείας γραμμάτιον ἐπιδοὺς τοῖς τὸν Μιχαὴλ ἄγουσιν ἐκεῖθεν τοῦτον λαβὼν ὑπέστρεφε. Καὶ καταλαβὼν τὸν ἀγχοῦ τῶν ἀνακτόρων ᾠκοδομημένον πύργον κεῖθι τοῦτον καθεῖρξε· τοῦτο γὰρ ποιῆσαι κεκέλευστο.

12.7.1 Οὔπω δ' οὗτος τῆς εἱρκτῆς ἠλευθεροῦτο καὶ τὸν Γρηγόριον αὖθις ἡ τοῦ Ἀνεμᾶ εἶχεν εἱρκτή. Πύργος δ' ἦν εἷς τις τῶν ἀγχοῦ τῶν ἐν Βλαχέρναις ἀνακτόρων διακειμέ νων τειχῶν τῆς πόλεως, ὁ τοῦ Ἀνεμᾶ καλούμενος, ὥσπερ τι λάχος τὴν ἐπωνυμίαν ταυτηνὶ κληρωσάμενος διὰ τὸ πρώ τως τὸν Ἀνεμᾶν σιδηρόδετον δέξασθαι ἐπὶ πολὺν ἐν αὐτῷ χρονοτριβήσαντα χρόνον. Καὶ γὰρ ἐπινεμήσεως παριπ πευούσης δωδεκάτης δοὺξ προβληθεὶς Τραπεζοῦντος ὁ ἤδη ῥηθεὶς Γρηγόριος ἀποστασίαν πάλαι ὠδίνων ἐν τῷ πρὸς Τραπεζοῦντα ἀπέρχεσθαι εἰς φῶς ἐξήγαγε τὸ ἀπόρρητον. Ἐπανιόντι γὰρ πρὸς τὴν Κωνσταντινούπολιν τῷ ∆αβατηνῷ τῆς δουκικῆς ἀρχῆς εἰς τὸν Ταρωνίτην μετατεθείσης συναντήσας, δεσμώτην εὐθὺς αὐτὸν καὶ ἔμφρουρον εἰς Τήβενναν εἶχεν, οὐ τὸν ∆αβατηνὸν δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν Τραπεζουντίων ἱκανοὺς καὶ αὐτὸν δὴ τὸν τοῦ Βακχηνοῦ ἀδελφιδοῦν. Ἐπεὶ δὲ τῶν δεσμῶν καὶ τῆς εἱρκτῆς οὐκ ἐλύοντο, ὁμοφρονήσαντες ἅπαντες τοὺς μὲν φρουροῦν τας αὐτοὺς τοῦ ἀποστάτου αἰκίαις καθυποβαλόντες ἔξω τῶν τειχῶν ἐξαγαγόντες πόρρω που ἀπήλασαν, αὐτοὶ δὲ τὴν Τήβενναν σφετερισάμενοι κατεῖχον. 12.7.2 Ὁ δ' αὐτο κράτωρ πολλάκις διὰ γραφῶν ποτὲ μὲν μετεπέμπετο αὐτόν, ποτὲ δὲ καὶ ξυνεβούλευε τῆς κακίστης ἀποστῆναι πράξεως, εἰ βούλοιτο συμπαθείας τυχεῖν καὶ εἰς τὴν προτέραν ἀνα χθῆναι κατάστασιν, ἐνίοτε δὲ καὶ ἠπείλει, εἰ μὴ πείθοιτο. Ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ὑπακούειν τοῦ αὐτοκράτορος τὰ λῴονα συμβουλεύοντος, ὡς καὶ γραφὴν πολύστιχον πρὸς αὐτὸν ἐκπεπομφέναι καθαπτομένην οὐ μόνον τῶν τῆς συγκλήτου καὶ τοῦ στρατοῦ λογάδων, ἀλλὰ καὶ αὐτῶν δὴ τῶν συγγενῶν καὶ γαμβρῶν τοῦ αὐτοκράτορος. Ἐκ ταυτησὶ δὲ τῆς γραφῆς διαγνοὺς αὐτὸν ὁ αὐτοκράτωρ καθ' ἑκάστην ἐπὶ τὸ χεῖρον προβαίνοντα καὶ εἰς παντελῆ ἀπόνοιαν ἤδη συνελαυνόμενον καὶ ἀπογνοὺς αὐτοῦ παντάπασι τῆς τεσσα ρεσκαιδεκάτης ἐπινεμήσεως ἐφισταμένης Ἰωάννην τὸν ἴδιον ἀδελφιδοῦν τῆς πρωτοτόκου αὐταδέλφης, ἐξάδελφον δὲ πατρόθεν τοῦ ἀποστάτου πέμπει κατ' αὐτοῦ κατὰ πρῶ τον μὲν λόγον μᾶλλον συμβουλευόμενον τὰ σωτήρια, οἰόμε νος πεισθῆναι τούτῳ διὰ τὴν ἐκ τῆς συγγενείας γνησιότητα καὶ τὴν ἐκ ταὐτοῦ αἵματος ἀμφοῖν κοινωνίαν· εἰ δὲ μὴ βούλοιτο, ἀνδρικῶς ἀντικαταστῆναι διά τε ξηρᾶς καὶ θαλάσσης πολλὰς συνεπαγόμενον δυνάμεις. 12.7.3 Μαθὼν δὲ τὴν τούτου ἔλευσιν ὁ Ταρωνίτης Γρηγόριος ἐξελθὼν ὡς πρὸς Κολώνειαν ἀπῄει (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον καὶ ἀνάλωτον) ἐφ' ᾧ μετακαλέσασθαι τὸν Τανισμάνην εἰς ἀρωγήν. Τοῦτο ἐν τῷ ἀπιέναι μεμαθηκὼς ὁ Ἰωάννης, τοὺς Κελτοὺς τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος καὶ λογά δας Ῥωμαίους κατ' αὐτοῦ ἐξέπεμψεν, οἳ καὶ προκαταλα βόντες καρτερὰν τὴν μετ' αὐτοῦ ἀνεδήσαντο μάχην. ∆ύο δὲ γενναῖοι ἐντυχόντες αὐτῷ κατέσχον διὰ τῶν δοράτων κατα βαλόντες τοῦ ἵππου. Κᾆθ' οὕτως ἀναλαβόμενος αὐτὸν ὁ Ἰωάννης