1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

167

ἐξωπλισμένον πρὸς μάχην θεασάμενοι. Ὁ δὲ Μαρια νὸς τοῖς Λατίνοις τῇ ἐκείνων ἀποχρώμενος διαλέκτῳ παρε κελεύετο μὴ δεδιέναι μηδὲ μάχεσθαι πρὸς ὁμοπίστους. Βάλλει δέ τις τοῦτον τῶν Λατίνων διὰ τῆς τζάγγρας κατὰ τῆς κόρυθος. 10.8.6 Ἡ δὲ τζάγγρα τόξον μέν ἐστι βαρβα ρικὸν καὶ Ἕλλησι παντελῶς ἀγνοούμενον. Τείνεται δὲ οὐχὶ τῆς μὲν δεξιᾶς ἑλκούσης τὴν νευράν, τῆς δὲ λαιᾶς ἀνθελκούσης τὸ τόξον, ἀλλὰ δεῖ τὸν διατείνοντα τὸ ὄργανον τουτὶ τὸ πολεμικὸν καὶ ἑκηβολώτατον, ὡς ἄν τις εἴποι, ὕπτιον κείμενον ἑκάτερον μὲν τῶν ποδῶν ἐνερεῖσαι τοῖς ἡμικυκλίοις τοῦ τόξου, ἀμφοτέραις δὲ ταῖς χερσὶ τὴν νευ ρὰν μάλα γενναίως ἀνθελκύσαι. Ἧς κατὰ τὸ μέσον σωλήν ἐστι κυλινδρικὸν ἡμίτομον ἐξημμένον αὐτῆς τῆς νευρᾶς καὶ ὥσπερ τι βέλος ἀξιόλογον μέγεθος ἀπολαμβάνον διήκει ἀπ' αὐτῆς τῆς νευρᾶς ἐς τὸ τοῦ τόξου μεσαίτατον· ἀφ' οὗ βέλη παντοδαπὰ διεκπίπτουσιν. Ἐν τούτῳ τοίνυν τὰ βέλη τιθέμενα βραχύτατα μὲν τῷ μήκει, παχύτατα δὲ καὶ πρόσ θεν ἀξιόμαχον βάρος σιδήρου λαμβάνοντα. Καὶ τῇ ἀφέσει τῆς νευρᾶς μετὰ σφοδρότητος καὶ ῥύμης ἁπάσης ἀφιείσης τὰ βέλεμνα οὗ ἂν τύχῃ ἐπεισπεσόντα οὐκ εἰς τοὔμπαλιν ἀποπίπτει, ἀλλὰ καὶ ἀσπίδα διέτρησε καὶ θώρακα βαρυσί δηρον διατεμόντα ἐκεῖθεν διὰ θατέρου μέρους ἐξεπετάσθη. Οὕτως ἐστὶ σφοδρὰ καὶ ἀκατάσχετος ἡ ἄφεσις τῶν τοιού των βελῶν. Ἤδη τοῦτο τὸ βέλος καὶ ἀνδριάντα διεπερό νησε χαλκοῦν καὶ τείχει ἐμπεπτωκὸς μεγίστης πόλεως ἢ ἐπὶ τἄνδον προὔκυψε τοῦ βέλους ἡ ἀκμὴ ἢ ἐνδεδυκὸς κατὰ τὸ μέσον τοῦ τείχους ἀφανὲς γέγονε. Τὸ μὲν οὖν τῆς τζάγ γρας πρᾶγμα τοιοῦτόν ἐστιν ὡς ὄντως δαιμόνιον· ὁ δὲ πει ρασθεὶς τῆς ἐκ τούτου πληγῆς ἀθλιώτατος ἀναισθήτως ἀποθνήσκων καὶ μηδὲ τῆς πληγῆς, ὁπόση τίς ἐστιν, αἰσθα νόμενος. 10.8.7 Τὸ μὲν οὖν ἀπὸ τῆς τζάγγρας βέλος ἐμπεσὸν τῷ ἄκρῳ τῆς κόρυθος διήλασεν αὐτὴν ἀποπτὰν οὐδ' ἄχρι τριχὸς τοῦ Μαριανοῦ ἐφαψάμενον· πρόνοια γὰρ ἀπεῖρξεν. Ὁ δὲ γοργῶς ἄλλον κατὰ τοῦ κόμητος ἐπαφεὶς ὀϊστὸν πλήττει τοῦτον κατὰ τοῦ βραχίονος· ὃς τὴν ἀσπίδα δια τρήσας τόν τε φολιδωτὸν διεληλυθὼς θώρακα καὶ αὐτῆς ἥψατο τῆς πλευρᾶς. Ἱερεὺς δέ τις Λατῖνος τρισκαιδέκα τος τυγχάνων τῶν σὺν αὐτῷ μαχομένων τοῦτο θεασάμενος πρυμνόθεν ἱστάμενος πολλὰς βολίδας κατὰ τοῦ Μαριανοῦ ἐξέπεμψεν. Ἀλλ' οὐδ' ὁ Μαριανὸς ἐνεδίδου αὐτός τε ἐκθύ μως μαχόμενος καὶ τοῖς ὑπ' αὐτὸν τοῦτο παρακελευόμενος, ὡς τρισσάκις τοὺς μετὰ τοῦ Λατίνου ἱερέως ὑπαλλαχθῆναι τιτρωσκομένους τε καὶ κοπιῶντας. Καὶ αὐτὸς δὲ ὁ ἱερεύς, κἂν πολλὰς τὰς πληγὰς δεδεγμένος ἦν καὶ τῷ ἰδίῳ αἵματι περιρρεόμενος, ἀλλ' ὅμως ἄτρεστος ἦν. 10.8.8 Οὐ γὰρ κατὰ τὰ αὐτὰ ἡμῖν τε καὶ τοῖς Λατίνοις περὶ τῶν ἱερωμένων δέδοκται· ἀλλ' ἡμεῖς μὲν ἐντετάλμεθα παρά τε τῶν κανό νων καὶ νόμων καὶ τοῦ εὐαγγελικοῦ δόγματος· «Μὴ θίξῃς, μὴ γρύξῃς, μὴ ἅψῃ· ἱερωμένος γὰρ εἶ». Ὁ δέ τοι βάρβα ρος Λατῖνος ἅμα τε τὰ θεῖα μεταχειριεῖται καὶ τὴν ἀσπίδα ἐπὶ τοῦ λαιοῦ θέμενος καὶ τὸ δόρυ τῇ δεξιᾷ ἐναγκαλισά μενος ὁμοῦ τε μεταδίδωσι τοῦ θείου σώματός τε καὶ αἵμα τος καὶ φόνιον ὁρᾷ καὶ αἱμάτων ἀνὴρ κατὰ τὸν ∆αυιτικὸν ψαλμὸν γίνεται. Οὕτως ἐστὶ τὸ βάρβαρον τοῦτο γένος οὐχ ἧττον ἱερατικὸν ἢ φιλοπόλεμον. Οὗτος τοίνυν ὁ ῥέκτης μᾶλλον ἢ ἱερεὺς ὁμοῦ τε καὶ τὴν ἱερατικὴν στολὴν ἐνεδι δύσκετο καὶ τὴν κώπην μετεχειρίζετο καὶ πρὸς ναυτικὸν πόλεμον καὶ μάχην ἀφώρα κατὰ ταὐτὸν καὶ θαλάττῃ καὶ ἀνδράσι μαχόμενος. Τὰ γὰρ ἡμέτερα, καθάπερ ἔφθην εἰρηκυῖα, τῆς ... Ἀαρὼν καὶ Μωσέως καὶ τοῦ καθ' ἡμᾶς πρώτου ἀρχιερέως ἐξήρτηται. 10.8.9 Ἀλλὰ τῆς μάχης ἐξ ἑσπέρας αὐτῆς μέχρι μέσης τῆς ἐπιφαινούσης ἡμέρας καρτερᾶς γεγονυίας ὑπείκουσι κἂν μὴ ἐβούλοντο οἱ Λατῖνοι τῷ Μαριανῷ λόγον ἀπαθείας ἐξ αὐτοῦ αἰτησάμενοι καὶ τυχόντες. Ὁ δέ γε μαχιμώτατος ἱερεὺς ἐκεῖνος οὐδὲ τῶν εἰρηνικῶν σπονδῶν τελουμένων τῆς μάχης ἐπέπαυτο, ἀλλὰ τὸν γωρυτὸν βελῶν ἐκκενώσας χερμάδα ἀναλαβόμενος λίθον