1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

120

ῥωμαΐζοντες. Οἱ δ' ἀμφὶ τὸν ∆αλασσηνὸν καὶ τὸν Ὦπον ἀκάθεκτοι ἦσαν σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν, κἂν παρ' αὐτῶν διεκωλύοντο δεδιότων μή πως τὴν προαποτεθεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται, καὶ λεγόντων ὡς «Τῆς εὐφημίας τοῦ αὐτο κράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης ἀκούετε καὶ ὡς ὑπόσπονδοι ἡμῶν γεγόνασιν· οὐ χρὴ τοίνυν εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν.» Ἐπεὶ δὲ τὸ πᾶν τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν, οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐρειπωθέντος ἀνοικοδομήσαντες ἀπῃώρησαν τούτου ἔξωθεν στιβάδας καὶ βύρσας καὶ πᾶν τὸ παρατυχὸν πέπλον, ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα ποσῶς ἐνδίδωσι. 7.8.4 Καὶ ὁ μὲν Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὡσεὶ ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους τὴν πρὸς Χίον φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει παραθέων τὴν ᾐόνα. Ὁ δὲ ∆αλασσηνὸς τοῦτο μεμαθηκὼς λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρεκελεύσατο ἀποχρῶντας εἰσαγαγὼν ἐν αὐτῷ στρατιώ τας καὶ ἡγεμόνα τὸν Ὦπον, βουλόμενος, εἴ που τούτῳ συναντήσει διαπλῳζομένῳ κατ' αὐτοῦ, συμμῖξαι πρὸς πόλεμον. Ὁ δὲ Τζαχᾶς τὴν ἤπειρον καταλιπὼν κατευθὺ Χίου τὸν ἀπόπλουν ἐποιεῖτο. Καὶ συναντήσας αὐτῷ περὶ μέσας νύκτας ὁ Ὦπος, ὡς εἶδε καινήν τινα τὴν ναυλοχίαν ποιούμενον (καὶ γὰρ ἅλυσιν κατασκευάσας παμμεγέθη ἅπαντα τὰ αὐτοῦ ἐδέσμησε πλοῖα, ὡς μήτε τοὺς τρεπο μένους ἀποδιδράσκειν δύνασθαι μήτ' αὖ πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως δια κόπτεσθαι), ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι τούτῳ θαρρήσας ὅλως στρέψας τοὺς οἴακας τὴν Χίον αὖθις ἀνεζήτει. 7.8.5 Ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ οὐκ ἐνεδίδου τῆς εἰρεσίας. Ἐπὰν δὲ τῇ Χίῳ προσ πελάζειν ἔμελλον, ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου (προεφθάκει γὰρ τοῦτον κατα σχεῖν ὁ ∆αλασσηνός), ὁ δὲ Τζαχᾶς παραπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον τῷ τείχει τοῦ κάστρου τὰς ἰδίας προσεπέλασε ναῦς. Τετρὰς δὲ τῆς ἑβδομάδος ἦν. Τῇ δὲ μετ' αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας ἠρίθμει τε καὶ ἀπεγράφετο. Ὁ δέ γε ∆αλασσηνός, πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος εὑρηκώς, ἠφάνισε μὲν τὸν χάρακα ὃν προφθάσας διώρυξε, κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. Τῇ δὲ μετ' αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξο πλισάμενα κατ' ἀλλήλων παρεσκευάζοντο. Ἀλλὰ τὸ μὲν Ῥωμαϊκὸν ἀτρεμοῦν ἵστατο τοῦ ∆αλασσηνοῦ κελεύσαντος μηδένα τὸν συνασπισμὸν λύειν. Ὁ δέ γε Τζαχᾶς τὸ πλεῖστον τῆς βαρβαρικῆς παρατάξεως κατὰ τῶν Ῥωμαίων ἰέναι παρέθηξεν, ὀλιγοστοὺς δὲ καὶ ἱππαζομένους συνέ πεσθαι τούτοις. Τοῦτο οἱ Λατῖνοι θεασάμενοι δόρατα μακρὰ ἐναγκαλισάμενοι κατὰ τῶν βαρβάρων ἐξιππάσαντο. Οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν, ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καὶ διὰ τῶν δοράτων δέ τινας πλήξαντες πλείστους ἀνεῖλον καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω συνήλασαν. Οἱ δ' ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ. 7.8.6 Τοὺς δὲ Κελτοὺς προτροπάδην φεύ γοντας οἱ Ῥωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες μικρόν τι ἀναποδίσαντες παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. Κᾆθ' οὕτως οἱ βάρβαροι εἰς τὴν ᾐόνα κατεληλυθότες τινὰς τῶν νηῶν ἀφείλοντο. Τοῦτο οἱ ναυτικοὶ θεασάμενοι λύσαντες τὰ πρυμνήσια ἀπέρραξαν τῆς χέρσου καὶ τὰς ἀγκύρας χαλάσαντες ἵσταντο καρα δοκοῦντες τὸ μέλλον. Ὁ μέντοι ∆αλασσηνὸς παραπεπλευ κέναι τὰς περὶ τὸ δυτικώτερον μέρος ἀκτὰς τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καὶ τὴν αὐτοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ τινες προσεληλυθότες τῷ Τζαχᾷ τὴν τοῦ ∆αλασσηνοῦ βουλὴν προκατήγγειλαν. Ὁ δὲ ἔνθεν μὲν τηνικαῦτα