1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

20

τούτων πάντων εἰς ἄμυναν ἐξεκαλεῖτο τὸν βάρβαρον· τὴν γὰρ καλήν φησι μείρακα τὴν αὐτοῦ νύμφην Ἑλένην ἀπερίστατον καταλεῖψαι καὶ χήραν ἄντι κρυς τοῦ νυμφίου· τὸν γὰρ υἱὸν Κωνσταντῖνον καὶ τὴν βασιλίδα Μαρίαν προσρυῆναι τῷ Βοτανειάτῃ καὶ ἄκοντας διὰ τὴν τυραννίδα ἐβόα. Ταῦτα λέγων παρώξυνέ τε τὸν θυμὸν τοῦ βαρβάρου καὶ πρὸς πόλεμον κατὰ Ῥωμαίων ἐξώπλιζε. Τοιοῦτος μὲν λόγος διαρρεῖ μου τὰς ἀκοάς, καὶ οὐκ ἔχω γε διὰ θαύματος, εἴ τινες ἀδοξότατοί τινας τοὺς ἐπὶ δόξης καὶ γένους εὐγενοῦς ὑποκρίνονται. 1.12.8 Ἕτερος δέ με περιβομβεῖ πιθανώτερος λόγος ἑτέρωθεν φημιζό μενος, ὡς οὔτε μοναχός τις τὸν βασιλέα Μιχαὴλ ὑπεκρί νατο οὔτε τοιοῦτόν τι τὸν Ῥομπέρτον πρὸς τὸν κατὰ Ῥωμαίων ἐκίνησε πόλεμον, ἀλλ' αὐτὸς ὁ βάρβαρος πολυ τροπώτατος ὢν τὰ τοιαῦτα ῥᾳδίως ἐπλάττετο. Ἔχει γὰρ ὧδε τὰ ἐφεξῆς. Αὐτὸς μέν, ὥς φασιν, ὁ Ῥομπέρτος ῥᾳδιουργότατος ὢν καὶ τὴν κατὰ Ῥωμαίων ὠδίνων μάχην καὶ πρὸ πολλοῦ πρὸς τὸν πόλεμον παρασκευαζόμενος ἐκω λύετο μὲν ὡς ἀδίκων πολέμων ἄρχων καὶ κατὰ Χριστιανῶν εὐτρεπιζόμενος παρά τινων τῶν περὶ αὐτὸν ἐνδοξοτάτων ἀνδρῶν καὶ αὐτῆς τῆς γυναικὸς αὐτοῦ Γαΐτης, καὶ ἀνεκό πτετο πολλάκις ἐπιχειρήσας τῆς τοιαύτης ὁρμῆς. Βουλό μενος δὲ πιθανὴν τὴν πρόφασιν τοῦ πολέμου ποιήσασθαι πέμπει τινὰς ἄνδρας εἰς Κοτρώνην τὰ ἀπόρρητα καταπι στεύσας αὐτοῖς τῶν βεβουλευμένων καὶ ἐπισκήπτει τοιαῦτα· ὡς εἴ τινα μοναχὸν εὕροιεν βουλόμενον ἐκεῖθεν ἐνθάδε διαπερᾶσαι εἰς προσκύνησιν τοῦ νεὼ τῶν κορυφαίων καὶ πολιούχων τῆς Ῥώμης ἀποστόλων, ἐξ αὐτῆς ὄψεως μὴ πάνυ τὸ δυσγενὲς ἐμφαίνοντα, τοῦτον ἀσμένως ἐναγκαλί σασθαι καὶ οἰκειωσαμένους πρὸς αὐτὸν ἀγαγεῖν. Ἐπεὶ δὲ τὸν προειρημένον ἐφεῦρον Ῥαίκτωρα, ἄνδρα ποικίλον τε καὶ πρὸς πανουργίαν ἀπαράμιλλον, δηλοῦσι τῷ Ῥομπέρτῳ διὰ γραμμάτων κατὰ τὸ Σαλερηνὸν ἐνδιατρίβοντι, ὅτιπερ «ὁ σὸς κηδεστὴς Μιχαὴλ ὁ τῆς βασιλείας ἐξεωθεὶς κατέ λαβε τὴν ἀπὸ σοῦ ἐξαιτούμενος βοήθειαν». Οὕτω γὰρ αὐτοῖς ὁ Ῥομπέρτος ὑπέθετο τὰς πρὸς αὐτὸν ἐκθεῖναι γραφάς. 1.12.9 Ὁ δὲ ἐν χερσὶ ταύτας λαβὼν παρευθὺς μὲν τῇ ὁμευνέτιδι ὑπαναγινώσκει, εἶτα συναγαγὼν τοὺς κόμητας ἅπαντας ὑποδείκνυσι καὶ τούτοις τὰ γράμματα, ὡς μηκέτι κωλύεσθαι παρ' αὐτῶν εὐλόγου τάχα αἰτίας δραξάμενος. Συντίθενται ἅπαντες παραχρῆμα τῇ τοῦ Ῥομπέρτου βουλῇ, καὶ οὕτως προσήκατό τε αὐτὸν καὶ εἰς ὁμιλίαν ἐλήλυθεν. Ἐντεῦθεν τὰ πάντα δραματουργεῖ καὶ σκηνὴν περιτίθησιν, ὡς ὁ βασιλεὺς εἴη Μιχαὴλ ὁ μοναχὸς ἐκεῖνος, ὡς καθαιρεθείη τῶν θρόνων, ὡς τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ τἄλλα πάντα πρὸς τοῦ Βοτανειάτου τυράννου ἀφαιρεθείη, καὶ ὡς τοῦτον ἀδίκως καὶ παρὰ πάντα δίκαιον λόγον ἀντὶ τῆς ταινίας τε καὶ τοῦ διαδήματος τὸ μοναχικὸν περιέθεντο σχῆμα. Καὶ «νῦν ἱκέτης ἧκέ» φησι «πρὸς ἡμᾶς». 1.12.10 Ταῦτα εἰς μέσους ἐδημηγόρει ὁ Ῥομπέρτος τήν τε βασιλείαν αὐτῷ διὰ τὸ κῆδος ἐπανασωθῆναι πρε σβεύων, καὶ ἀξιῶν ἑκάστης ἡμέρας τὸν μοναχὸν ἐκεῖνον, ὡς δῆθεν τὸν βασιλέα Μιχαήλ, καὶ προεδρίας καὶ θρόνων ὑψηλοτέρων καὶ τιμῆς ὑπερβαλλούσης, καὶ ἄλλοτε ἄλλως τὰς δημηγορίας πλαττόμενος, νῦν μὲν ἐλεεινολογούμενος, οἷα πέπονθεν ἐπὶ θυγατρί, νῦν δὲ τοῦ συμπενθέρου φειδό μενος ἐφ' οἷστισι κακοῖς περιπέπτωκεν, νῦν δὲ προσπαρο ξύνων τε καὶ διεγείρων πρὸς πόλεμον τὸ περὶ αὐτὸν βάρβαρον ποικίλως ἐπαγγελλόμενος τούτοις χρυσοῦ θημῶ νας, οὓς ἐκ τῆς Ῥωμαίων ἔχειν τούτοις κατεπηγγέλλετο. 1.12.11 Ἐντεῦθεν πάντας ἑλκυσάμενος τῆς ῥινὸς καὶ πλουσιω τέρους καὶ πενεστέρους ἀπάρας τῆς Λογγιβαρδίας, μᾶλλον δὲ πᾶσαν αὐτὴν ἑλκυσάμενος καταλαμβάνει τὴν Σάλερνον μητρόπολιν οὖσαν Μέλφης, ἐν ᾗ τὰ κατὰ τὰς ἄλλας θυγα τέρας αὐτοῦ πάντα καταπράξας καλῶς ἐντεῦθεν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται. ∆ύο δὲ ἤστην αὐτῷ· τὴν γὰρ τρίτην ἡ βασιλὶς τῶν πόλεων εἶχεν ἐξ