3
τούτου λοιπὸν ἀποθνῄσκοντας μένειν ἐν τῷ θανάτῳ καὶ ἐν τῇ φθορᾷ. 3.5 Τοῦτο δὲ καὶ ἡ θεία γραφὴ προσημαίνει λέγουσα ἐκ προσώπου τοῦ Θεοῦ· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ ἀποθανεῖσθε.» Τὸ δὲ θανάτῳ ἀπο θανεῖσθε, τί ἂν ἄλλο εἴη ἢ τὸ μὴ μόνον ἀποθνῄσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾷ διαμένειν;
4.1 Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐναν θρωπήσεως τοῦ Λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. Ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν ἐστι τοῦ σκοποῦ τῆς διηγήσεως. 4.2 Ἀνάγκη γὰρ ἡμᾶς λέγοντας περὶ τῆς εἰς ἡμᾶς ἐπιφανείας τοῦ Σωτῆρος, λέγειν καὶ περὶ τῆς τῶν ἀνθρώπων ἀρχῆς, ἵνα γινώσκῃς ὅτι ἡ ἡμῶν αἰτία ἐκείνῳ γέγονε πρόφασις τῆς καθ όδου, καὶ ἡ ἡμῶν παράβασις τοῦ Λόγου τὴν φιλανθρωπίαν ἐξεκαλέσατο, ὥστε καὶ εἰς ἡμᾶς φθάσαι καὶ φανῆναι τὸν Κύριον ἐν ἀνθρώποις. 4.3 Τῆς γὰρ ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο καὶ ἐν ἀνθρωπίνῳ γενέσθαι καὶ φανῆναι σώματι. 4.4 Οὕτως μὲν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσίᾳ· ἄνθρωποι δὲ κατολιγωρή σαντες καὶ ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν κατανόησιν, λογισάμενοι δὲ καὶ ἐπινοήσαντες ἑαυτοῖς τὴν κακίαν, ὥσπερ ἐν τοῖς πρώτοις ἐλέχθη, ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν, καὶ λοιπὸν οὐκ ἔτι ὡς γεγόνασι διέμενον· ἀλλ' ὡς ἐλογίζοντο διεφθείροντο· καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν, ἵνα, ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ μὴ εἶναι φθορὰν ὑπομείνωσι τῷ χρόνῳ εἰκότως. 4.5 Εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναί ποτε, τῇ τοῦ Λόγου παρουσίᾳ καὶ φιλανθρωπίᾳ εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τοὺς ἀνθρώπους τῆς περὶ Θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα ἀποστραφέντας, οὐκ ὄντα γάρ ἐστι τὰ κακά, ὄντα δὲ τὰ καλά, ἐπειδήπερ ἀπὸ τοῦ ὄντος Θεοῦ γεγόνασι, κενωθῆναι καὶ τοῦ εἶναι ἀεί. Τοῦτο δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ. 4.6 Ἔστι μὲν γὰρ κατὰ φύσιν ἄνθρωπος θνητός, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονώς. ∆ιὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν εἰ ἐφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθοράν, καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησίν· «Προσοχὴ νόμων, βεβαίωσις ἀφθαρσίας»· ἄφθαρ τος δὲ ὤν, ἔζη λοιπὸν ὡς Θεός, ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο σημαίνει λέγουσα· «Ἐγὼ εἶπα θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.»
5.1 Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰώνια, καὶ συμβουλίᾳ τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῷ θανάτῳ φθορᾶς γεγόνασιν, ὄντες μὲν ὡς προεῖπον κατὰ φύσιν φθαρτοί, χάριτι δὲ τῆς τοῦ Λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες, εἰ μεμενήκεισαν καλοί. 5.2 ∆ιὰ γὰρ τὸν συνόντα τούτοις Λόγον, καὶ ἡ κατὰ φύσιν φθορὰ τούτων οὐκ ἤγγιζε, καθὼς καὶ ἡ σοφία φησίν· «Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον»· τούτου δὲ γενομένου οἱ μὲν ἄνθρωποι ἀπέθνῃσκον, ἡ δὲ φθορὰ λοιπὸν κατ' αὐτῶν ἤκμαζε, καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθ' ὅλου τοῦ γένους, ὅσῳ καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ' αὐτῶν προειλήφει. 5.3 Καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι οὐκ ἄχρις ὅρων ὡρισμένων εἱστήκεισαν, ἀλλὰ κατ' ὀλίγον ἐπεκτεινόμενοι λοιπὸν καὶ εἰς ἄμετρον ἐληλύθασιν, ἐξ ἀρχῆς μὲν εὑρεταὶ τῆς κακίας γενόμενοι, καὶ καθ' ἑαυτῶν τὸν θάνατον προκαλεσάμενοι καὶ τὴν φθοράν· ὕστερον δὲ εἰς ἀδικίαν ἐκτραπέντες καὶ