1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

παρανομίαν πᾶσαν ὑπερβαλόντες, καὶ μὴ ἑνὶ κακῷ ἱστάμενοι, ἀλλὰ πάντα καινὰ καινοῖς ἐπινοοῦντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασι. 5.4 Μοιχεῖαι μὲν γὰρ ἦσαν καὶ κλοπαὶ πανταχοῦ, φόνων δὲ καὶ ἁρπαγῶν πλήρης ἦν ἡ σύμπασα γῆ. Καὶ νόμου μὲν οὐκ ἦν φροντὶς περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ' ἕνα καὶ κοινῇ παρὰ πᾶσιν ἐπράττετο. Πόλεις μὲν κατὰ πόλεων ἐπολέμουν, καὶ ἔθνη κατὰ ἐθνῶν ἠγείρετο· διῄρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις, ἑκάστου φιλονεικοῦντος ἐν τῷ παρανομεῖν. 5.5 Οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ φύσιν, ἀλλ' ὡς εἶπεν ὁ τοῦ Χριστοῦ μάρτυς Ἀπόστολος· «Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισ θίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.»

6.1 ∆ιὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κατ' εἰκόνα γενόμενος ἄνθρωπος ἠφανίζετο· καὶ τὸ ὑπὸ τοῦ Θεοῦ γενόμενον ἔργον παραπώλλυτο. 6.2 Καὶ γὰρ καὶ ὁ θάνατος, ὡς προεῖπον, νόμῳ λοιπὸν ἴσχυε καθ' ἡμῶν· καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ Θεοῦ τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ γινόμενον ἀληθῶς. 6.3 Ἄτοπον μὲν γὰρ ἦν εἰπόντα τὸν Θεὸν ψεύσασθαι, ὥστε νομοθετήσαντος αὐτοῦ θανάτῳ ἀποθνῄσκειν τὸν ἄνθρωπον, εἰ παραβαίη τὴν ἐντολήν, μετὰ τὴν παράβασιν μὴ ἀποθνῄσκειν, ἀλλὰ λύεσθαι τὸν τούτου λόγον. Οὐκ ἀληθὴς γὰρ ἦν ὁ Θεός, εἰ εἰπόντος αὐτοῦ ἀποθνῄσκειν ἡμᾶς, μὴ ἀπέθνῃσκεν ὁ ἄνθρω πος. 6.4 Ἀπρεπὲς δὲ ἦν πάλιν τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ Λόγου αὐτοῦ μετασχόντα παραπόλλυσθαι, καὶ πάλιν εἰς τὸ μὴ εἶναι διὰ τῆς φθορᾶς ἐπιστρέφειν. 6.5 Οὐκ ἄξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ Θεοῦ τὰ ὑπ' αὐτοῦ γενόμενα διαφθείρεσθαι, διὰ τὴν παρὰ τοῦ διαβόλου γενομένην τοῖς ἀνθρώποις ἀπάτην. 6.6 Ἄλλως τε καὶ τῶν ἀπρεπεστάτων ἦν τὴν τοῦ Θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι ἢ διὰ τὴν αὐτῶν ἀμέλειαν, ἢ διὰ τὴν τῶν δαιμόνων ἀπάτην. 6.7 Φθειρομένων τοίνυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιούτων ἔργων, τί τὸν Θεὸν ἔδει ποιεῖν ἀγαθὸν ὄντα; ἀφεῖναι τὴν φθορὰν κατ' αὐτῶν ἰσχύειν, καὶ τὸν θάνατον αὐτῶν κρατεῖν; καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι; ἔδει γὰρ μὴ γενέσθαι, ἢ γενόμενα παραμεληθῆ ναι καὶ ἀπολέσθαι. 6.8 Ἀσθένεια γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ Θεοῦ, εἰ ποιήσας παρορᾷ φθαρῆναι τὸ ἑαυτοῦ ἔργον, ἤπερ εἰ μὴ πεποιήκει κατὰ τὴν ἀρχὴν τὸν ἄνθρωπον. 6.9 Μὴ ποιήσαντος μὲν γὰρ οὐκ ἦν ὁ λογιζόμενος τὴν ἀσθένειαν, ποιήσαντος δὲ καὶ εἰς τὸ εἶναι κτίσαντος, ἀτοπώτατον ἦν ἀπόλλυσθαι τὰ ἔργα, καὶ μάλιστα ἐπ' ὄψει τοῦ πεποιηκότος. 6.10 Οὐκοῦν ἔδει 6.10 τοὺς ἀνθρώπους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾷ, διὰ τὸ ἀπρεπὲς καὶ ἀνάξιον εἶναι τοῦτο τῆς τοῦ Θεοῦ ἀγαθότητος.

7.1 Ἀλλ' ὥσπερ ἔδει τοῦτο γενέσθαι, οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν Θεὸν εὔλογον, ὥστε ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτου νομοθεσίᾳ· ἄτοπον γὰρ ἦν διὰ τὴν ἡμῶν ὠφέλειαν καὶ διαμονὴν ψεύστην φανῆναι τὸν τῆς ἀληθείας πατέρα Θεόν. 7.2 Τί οὖν ἔδει καὶ περὶ τούτου γενέσθαι ἢ ποιῆσαι τὸν Θεόν; μετάνοιαν ἐπὶ τῇ παραβάσει τοὺς ἀνθρώπους ἀπαιτῆσαι; τοῦτο γὰρ ἄν τις ἄξιον φήσειε Θεοῦ, λέγων ὅτι ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν γεγόνασιν, οὕτως ἐκ τῆς μετανοίας γένοιντο πάλιν ἂν εἰς ἀφθαρσίαν. 7.3 Ἀλλ' ἡ μετάνοια οὔτε τὸ εὔλογον τὸ πρὸς τὸν Θεὸν ἐφύλαττεν· ἔμενε γὰρ πάλιν οὐκ ἀληθής, μὴ κρατουμένων ἐν τῷ θανάτῳ τῶν ἀνθρώπων· οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται, ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων. 7.4 Εἰ μὲν οὖν