1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

32

λατροῦντες, Ἕλληνες καὶ βάρβαροι κατ' ἀλλήλων ἐπολέ μουν, καὶ ὠμοὶ πρὸς τοὺς συγγενεῖς ἐτύγχανον. Οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι, ἕνεκα τῆς πρὸς ἀλλήλους ἀκαταλλάκτου μάχης. 51.5 Καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς διαγωγὴ δι' ὅπλων ἐγίνετο, καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας, καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι, ὡς προεῖπον, εἰδώλοις ἐλάτρευον, καὶ δαίμοσιν ἔσπενδον θυσίας, καὶ ὅμως οὐδὲν ἐκ τῆς εἰδώλων δεισιδαιμονίας ἠδυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι. 51.6 Ὅτε δὲ εἰς τὴν Χριστοῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ παραδόξως ὡς τῷ ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκ ἔτι πολέμια φρονοῦσι, πάντα δὲ αὐτοῖς εἰρηναῖα, καὶ τὰ πρὸς φιλίαν καταθύμια λοιπόν ἐστι. 52.1 Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ Ἰησοῦς Χριστός, ὃς τῇ ἑαυτοῦ ἀγάπῃ πάντα ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὑπέστη; Καὶ γὰρ καὶ ἄνωθεν ἦν προφητευόμενον περὶ τῆς παρ' αὐτοῦ πρυτανευομένης εἰρήνης, λεγούσης τῆς γραφῆς· «Συγκό ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» 52.2 Καὶ οὐκ ἄπιστόν γε τοιοῦτον, ὅπου καὶ νῦν οἱ τὸ ἄγριον τῶν τρόπων ἔμφυτον ἔχοντες βάρβαροι, ἔτι μὲν θύοντες παρ' αὐτοῖς τοῖς εἰδώλοις, μαίνονται κατ' ἀλλήλων, καὶ χωρὶς ξίφους οὐδεμίαν ὥραν ἀνέχονται μένειν. 52.3 Ὅτε δὲ τῆς Χριστοῦ διδασκαλίας ἀκούουσιν, εὐθέως ἀντὶ μὲν πολέμων εἰς γεωργίαν τρέπονται, ἀντὶ δὲ τοῦ ξίφεσι τὰς χεῖρας ὁπλίζειν, εἰς εὐχὰς ἐκτείνουσι· καὶ ὅλως, ἀντὶ τοῦ πολεμεῖν πρὸς ἑαυτούς, λοιπὸν κατὰ διαβόλου καὶ κατὰ δαιμόνων ὁπλίζονται, σωφροσύνῃ καὶ ψυχῆς ἀρετῇ τούτους καταπολεμοῦντες. 52.4 Τοῦτο δὲ τῆς μὲν θειότητος τοῦ Σωτῆρός ἐστι γνώρισμα· ὅτι ὃ μὴ δεδύνηνται ἐν εἰδώλοις μαθεῖν οἱ ἄνθρωποι, τοῦτο παρ' αὐτοῦ μεμαθήκασι· τῆς δὲ δαιμόνων καὶ τῆς εἰδώλων ἀσθενείας καὶ οὐθενείας ἔλεγχος οὐκ ὀλίγος ἐστὶν οὗτος. Εἰδότες γὰρ ἑαυτῶν οἱ δαίμονες τὴν ἀσθένειαν, διὰ τοῦτο συνέβαλον πάλαι τοὺς ἀνθρώπους καθ' ἑαυτῶν πολεμεῖν, ἵνα μὴ παυσάμενοι τῆς κατ' ἀλλήλων ἔριδος, εἰς τὴν κατὰ δαιμόνων μάχην ἐπιστρέψωσιν. 52.5 Ἀμέλει, μὴ πολεμοῦντες πρὸς ἑαυτούς, οἱ Χριστῷ μαθητευόμενοι κατὰ δαιμόνων τοῖς τρόποις καὶ ταῖς κατ' ἀρετὴν πράξεσιν ἀντιπαρατάσσονται, καὶ τούτους μὲν διώκουσι, τὸν δὲ τούτων ἀρχηγὸν διάβολον καταπαίζουσιν, ὥστε ἐν νεότητι μὲν σωφρονεῖν, ἐν πειρασμοῖς δὲ ὑπομένειν, ἐν πόνοις δὲ καρτερεῖν, καὶ ὑβριζομένους μὲν ἀνέχεσθαι, ἀποστερουμένους δὲ καταφρονεῖν, καὶ τό γε θαυμαστόν, ὅτι καὶ θανάτου καταφρονοῦσι, καὶ γίνονται μάρτυρες Χριστοῦ.

53.1 Καὶ ἵνα ἓν ὃ καὶ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ Σωτῆρος εἴπω· τίς πώποτε ἄνθρωπος ἁπλῶς ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεύς, ἐφ' ἑαυτοῦ τοσοῦτον ἠδυνήθη βαλεῖν, καὶ καθ' ὅλης τῆς εἰδωλολατρίας καὶ πάσης δαιμονικῆς στρατίας καὶ πάσης μαγείας καὶ πάσης σοφίας Ἑλλήνων, τοσοῦτον ἰσχυόντων καὶ ἔτι ἀκμαζόντων καὶ ἐκπληττόντων πάντας, ἀντιμάχεσθαι καὶ μιᾷ ῥοπῇ κατὰ πάντων ἀντιστῆναι, ὡς ὁ ἡμέτερος Κύριος, ὁ τοῦ Θεοῦ ἀληθὴς Λόγος, ὃς ἀοράτως ἑκάστου τὴν πλάνην ἐλέγχων, μόνος παρὰ πάντων τοὺς πάντας ἀνθρώπους σκυλεύει, ὥστε τοὺς μὲν τὰ εἴδωλα προσκυνοῦντας λοιπὸν αὐτὰ καταπατεῖν, τοὺς δὲ μαγείαις θαυμασθέντας τὰς βίβλους κατακαίειν, τοὺς δὲ σοφοὺς τὴν τῶν Εὐαγγε λίων προκρίνειν πάντων ἑρμηνείαν. 53.2 Οὓς μὲν γὰρ πρότερον προσεκύνουν, τούτους καταλιμπάνουσιν· ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον· τοῦτον προσκυνοῦσι Χριστόν, Θεὸν αὐτὸν ὁμολογοῦντες· Καὶ οἱ μὲν παρ' αὐτοῖς λεγόμενοι θεοὶ τῷ σημείῳ τοῦ σταυροῦ διώκονται· ὁ δὲ σταυρωθεὶς Σωτὴρ ἐν πάσῃ τῇ