1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

24

39.1 Ἀλλ' ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω παραγεγενῆσθαι τὸν Θεὸν Λόγον διαβεβαιώσονται. Τοῦτο γὰρ ἄνω καὶ κάτω θρυλλοῦντες, οὐκ ἐρυθριῶσιν ἀναιδευόμενοι πρὸς τὰ φαινόμενα. 39.2 Ἀλλὰ περὶ τούτου καὶ πρὸ πάντων μᾶλλον ἐλεγχθήσονται, οὐ παρ' ἡμῶν, ἀλλὰ παρὰ τοῦ σοφωτάτου ∆ανιὴλ σημαίνοντος καὶ τὸν παρόντα καιρόν, καὶ τὴν θείαν τοῦ Σωτῆρος ἐπιδημίαν, λέγοντος· «Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγισθῆναι ἁμαρτίας, καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιο σύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ, ἕως Χριστοῦ ἡγουμένου.» 39.3 Ἴσως ἐπὶ τοῖς ἄλλοις κἂν προφάσεις εὑρίσκειν δύνανται, καὶ εἰς μέλλοντα χρόνον ἀναβάλλεσθαι τὰ γεγραμμένα. Τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνανται; ὅπουγε καὶ ὁ Χριστὸς σημαίνεται, καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἁπλῶς ἀλλ' Ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἰερουσαλὴμ συνίσταται, καὶ λοιπὸν παύεται προφήτης καὶ ὅρασις ἐν τῷ Ἰσραήλ. 39.4 Ἐχρίσθη πάλαι ∆αβίδ, καὶ Σολομών, καὶ Ἐζεκίας, ἀλλὰ καὶ πάλιν Ἰερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει, καὶ προφῆται προεφήτευον, Γάδ, καὶ Ἀσάφ, καὶ Νάθαν, καὶ μετ' αὐτοὺς Ἡσαΐας, καὶ Ὠσῆε, καὶ Ἀμώς, καὶ ἄλλοι. Ἔπειτα καιαὐτοὶ οἱ χρισθέντες ἄνθρωποι ἅγιοι ἐκλήθησαν, καὶ οὐχ ἅγιοι ἁγίων. 39.5 Ἀλλ' ἐὰν τὴν αἰχμαλωσίαν προβάλλωνται, καὶ δι' αὐτὴν μὴ εἶναι λέγωσι τὴν Ἰερουσαλήμ, τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν; καὶ γὰρ πάλαι καταβαίνοντος τοῦ λαοῦ εἰς Βαβυλῶνα, ἦσαν ἐκεῖ ∆ανιὴλ καὶ Ἱερεμίας· προεφήτευον δὲ Ἰεζεκιὴλ καὶ Ἀγγαῖος καὶ Ζαχαρίας.

40.1 Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. Πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ Ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; σημεῖον γὰρ καὶ μέγα γνώρισμα τῆς τοῦ Θεοῦ Λόγου παρουσίας, τὸ μηκέτι μήτε τὴν Ἰερουσαλὴμ ἑστάναι, μήτε προφήτην ἐγερθῆναι, μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις, καὶ μάλα εἰκότως. 40.2 Ἐλθόντος γὰρ τοῦ σημαινομένου, τίς ἔτι χρεία τῶν σημαινόντων ἦν; Καὶ παρούσης τῆς Ἀληθείας, τίς ἔτι χρεία τῆς σκιᾶς ἦν; ∆ιὰ τοῦτο γὰρ καὶ προεφήτευον ἕως ἂν ἔλθῃ ἡ Αὐτοδικαιοσύνη καὶ ὁ λυτρούμενος τὰς πάντων ἁμαρτίας. ∆ιὰ τοῦτο καὶ Ἰερουσαλὴμ ἐπὶ τοσοῦτον συνειστήκει, ἵν' ἐκεῖ προμελετῶσι τῆς ἀληθείας τοὺς τύπους. 40.3 Παρόντος τοίνυν τοῦ Ἁγίου τῶν ἁγίων, εἰκότως ἐσφραγίσθη καὶ ὅρασις καὶ προφητεία, καὶ ἡ τῆς Ἰερου σαλὴμ βασιλεία πέπαυται. Ἐπὶ τοσοῦτον γὰρ ἐχρίοντο παρ' αὐτοῖς βασιλεῖς, ἕως ἂν ἐχρίσθη ὁ Ἅγιος τῶν ἁγίων· καὶ Μωϋσῆς δὲ ἕως αὐτοῦ τὴν Ἰουδαίων ἵστασθαι βασιλείαν προφητεύει λέγων· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» 40.4 Ὅθεν καὶ αὐτὸς ὁ Σωτὴρ ἐβόα λέγων· «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν.» Εἰ μὲν οὖν ἐστὶ παρὰ Ἰουδαίοις νῦν βασιλεὺς ἢ προφήτης ἢ ὅρασις, καλῶς ἀρνοῦνται τὸν ἐλθόντα Χριστόν. Εἰ δὲ μήτε βασιλεὺς μήτε ὅρασις, ἀλλ' ἐσφράγισται λοιπὸν καὶ πᾶσα προφητεία, καὶ ἡ πόλις καὶ ὁ ναὸς ἑάλω, τί τοσοῦτον ἀσεβοῦσι καὶ παραβαίνουσιν, ὡς τὰ μὲν γενόμενα ὁρᾶν, τὸν δὲ ταῦτα πεποιηκότα Χριστὸν ἀρνεῖσθαι; τί δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν θεωροῦντες καταλιμπάνοντας τὰ εἴδωλα, καὶ ἐπὶ τὸν Θεὸν Ἰσραὴλ διὰ τοῦ Χριστοῦ ἔχοντας τὴν ἐλπίδα, ἀρνοῦνται τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ κατὰ σάρκα γενόμενον Χριστὸν καὶ βασιλεύοντα λοιπόν; εἰ μὲν γὰρ ἄλλον ἐθρήσκευον τὰ ἔθνη θεόν, ἀλλὰ μὴ τὸν Θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωϋσέως