1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

20

πιστεύουσιν ἀσεβεῖς ὁρῶσιν οἱ δαίμονες, ὅτι Θεός ἐστι, καὶ διὰ τοῦτο φεύγουσι καὶ προσπίπτουσιν αὐτῷ, λέγοντες ἃ καὶ ὅτε ἦν ἐν σώματι ἐφθέγξαντο· «Οἴδαμέν σε τίς εἶ· ὁ ἅγιος τοῦ Θεοῦ»· καὶ· «Ἔα, τί σοι καὶ ἡμῖν, Υἱὲ τοῦ Θεοῦ; δέομαί σου, μή με βασανίσῃς.» 32.6 ∆αιμόνων τοίνυν ὁμολογούντων καὶ τῶν ἔργων ὁσημέραι μαρτυρούντων, φανερὸν ἂν εἴη, καὶ μηδεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν, ὅτι τε ἀνέστησε τὸ ἑαυτοῦ σῶμα ὁ Σωτήρ, καὶ ὅτι Θεοῦ Υἱός ἐστιν ἀληθινός, ἐξ αὐτοῦ οἷα δὴ ἐκ Πατρὸς ἴδιος Λόγος καὶ Σοφία καὶ ∆ύναμις ὑπάρχων, ὃς χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τῶν πάντων ἔλαβε σῶμα, καὶ τὴν μὲν οἰκουμένην περὶ Πατρὸς ἐδίδαξε, τὸν δὲ θάνατον κατήργησε, πᾶσι δὲ τὴν ἀφθαρσίαν ἐχαρίσατο διὰ τῆς ἐπαγγελίας τῆς ἀναστάσεως, ἀπαρχὴν ταύτης τὸ ἴδιον ἐγείρας σῶμα, καὶ τρόπαιον αὐτὸ κατὰ τοῦ θανάτου καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῷ σημείῳ τοῦ σταυροῦ.

33.1 Τούτων δὲ οὕτως ἐχόντων καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης, φέρε, καὶ τὴν ἀπιστίαν τῶν Ἰουδαίων καὶ τὴν τῶν Ἑλλήνων χλεύην διελέγξωμεν. 33.2 Ἐπὶ τούτοις γὰρ ἴσως Ἰουδαῖοι μὲν ἀπιστοῦσιν, Ἕλληνες δὲ γελῶσι, τὸ ἀπρεπὲς τοῦ σταυροῦ καὶ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου διασύροντες· ἀλλὰ κατ' ἀμφοτέρων ὁ λόγος οὐκ ὀκνήσει χωρῆσαι, μάλιστα κατ' αὐτῶν τὰς ἀποδείξεις ἐναργεῖς ἔχων. 33.3 Ἰουδαῖοι μὲν ἀπιστοῦντες ἔχουσιν ἀφ' ὧν ἀναγινώσκουσι καὶ αὐτοὶ γραφῶν τὸν ἔλεγχον· ἄνω καὶ κάτω, καὶ πάσης ἁπλῶς θεοπνεύστου βίβλου περὶ τούτων βοώσης, ὡς καὶ αὐτὰ τὰ ῥήματα πρόδηλα. Προφῆται μὲν γὰρ ἄνωθεν περὶ τοῦ κατὰ τὴν παρθένον θαύματος καὶ τῆς ἐξ αὐτῆς γενομένης γεννήσεως προεμήνυον, λέγοντες· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ' ἡμῶν ὁ Θεός.» 33.4 Μωσῆς δὲ ὁ τῷ ὄντι μέγας, καὶ παρ' αὐτοῖς πιστευόμενος ἀληθής, περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀντὶ μεγάλου τὸ ῥητὸν δοκιμάσας καὶ ἀληθὲς ἐπιγνοὺς ἔθηκε λέγων· «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ.» Καὶ πάλιν· «Ὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, αἱ σκηναί σου,Ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν ὁ Κύριος, ὡσεὶ κέδροι παρ' ὕδατα. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν.» Καὶ πάλιν Ἡσαΐας· «Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.» 33.5 Ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, διὰ τούτων προκαταγγέλλεται. Ὅτι δὲ Κύριος πάντων ἐστὶν ὁ ἐρχόμενος, πάλιν προμηνύουσι λέγοντες· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου.» Καὶ γὰρ κἀκεῖθεν αὐτὸν ὁ Πατὴρ ἀνακαλεῖ λέγων· «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.»

34.1 Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι' ἑαυτόν, ἀλλ' ὑπὲρ τῆς πάντων ἀθανασίας καὶ σωτηρίας ὑπομένει, καὶ τὴν Ἰουδαίων ἐπιβουλήν, καὶ τὰς εἰς αὐτὸν γινομένας παρ' αὐτῶν ὕβρεις, οὐκ ἐφοβήθησαν εἰπεῖν, πρὸς τὸ μηδένα αὐτῶν τῶν γινομένων ἀνήκοον εἶναι καὶ πλανηθῆναι. 34.2 Φασὶ τοίνυν· «Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμά σθη καὶ οὐκ ἐλογίσθη. Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Θαύμαζε τὴν τοῦ Λόγου φιλανθρωπίαν, ὅτι δι' ἡμᾶς ἀτιμάζεται, ἵνα ἡμεῖς ἔντιμοι γενώμεθα. «Πάντες γάρ, φησίν, ὡς πρόβατα ἐπλανήθη μεν· ἄνθρωπος τῇ