1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

10

ἐφαίνετο ἐν ἀνθρώποις μόνος ὁ Σωτὴρ Θεοῦ Υἱός, οὐκ ὄντων παρ' ἐκείνοις τοιούτων ὁποῖα παρὰ τοῦ Θεοῦ Λόγου γέγονεν. 15.5 Εἰ δὲ καὶ εἰς δαίμονας ἦσαν προληφθέντες, ἀλλ' ὁρῶντες αὐτοὺς διωκομένους ὑπὸ τοῦ Κυρίου, ἐγίνωσκον μόνον εἶναι τοῦτον τὸν τοῦ Θεοῦ Λόγον, καὶ οὐκ εἶναι θεοὺς τοὺς δαίμονας. 15.6 Εἰ δὲ καὶ εἰς νεκροὺς ἤδη τούτων ἦν ὁ νοῦς κατασχεθείς, ὥστε θρησκεύειν ἥρωας, καὶ τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς· ἀλλ' ὁρῶντες τὴν τοῦ Σωτῆρος ἀνάστασιν, ὡμολόγουν ἐκείνους εἶναι ψευδεῖς, καὶ μόνον τὸν Κύριον ἀληθινόν, τὸν τοῦ Πατρὸς Λόγον, τὸν καὶ τοῦ θανάτου κυριεύοντα. 15.7 ∆ιὰ τοῦτο καὶ γεγέννηται, καὶ ἄνθρωπος ἐφάνη, καὶ ἀπέθανε, καὶ ἀνέστη, ἀμβλύνας καὶ ἐπισκιάσας τὰ τῶν πώποτε γενομένων ἀνθρώπων διὰ τῶν ἰδίων ἔργων, ἵνα ὅπου δ' ἂν ὦσι προληφθέντες οἱ ἄνθρωποι, ἐκεῖθεν αὐτοὺς ἀναγάγῃ, καὶ διδάξῃ τὸν ἀληθινὸν ἑαυτοῦ Πατέρα, καθάπερ καὶ αὐτός φησιν· «Ἦλθον σῶσαι καὶ εὑρεῖν τὸ ἀπολωλός.»

16.1 Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπους, καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνῃ, καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον αὐτὸν ὁρῶντας, δι' ὧν ἐργάζεται ἔρ γων, πείσῃ μὴ εἶναι ἑαυτὸν ἄνθρωπον μόνον, ἀλλὰ καὶ Θεὸν καὶ Θεοῦ ἀληθινοῦ Λόγον καὶ Σοφίαν. 16.2 Τοῦτο δὲ καὶ ὁ Παῦλος βουλόμενος σημᾶναί φησιν· «Ἐν ἀγάπῃ ἐρριζω-μένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ· ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.» 16.3 Πανταχοῦ γὰρ τοῦ Λόγου ἑαυτὸν ἁπλώσαντος, καὶ ἄνω καὶ κάτω καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος· ἄνω μὲν εἰς τὴν κτίσιν, κάτω δὲ εἰς τὴν ἐνανθρώπησιν, εἰς βάθος δὲ εἰς τὸν ᾅδην, εἰς πλάτος δὲ εἰς τὸν κόσμον· τὰ πάντα τῆς περὶ Θεοῦ γνώσεως πεπλήρωται. 16.4 ∆ιὰ δὲ τοῦτο, οὐδὲ παρ' αὐτὰ παραγενόμενος τὴν θυσίαν τὴν ὑπὲρ πάντων ἐπετέλει, παραδιδοὺς τὸ σῶμα τῷ θανάτῳ, καὶ ἀνιστῶν αὐτό, ἀφανῆ ἑαυτὸν διὰ τούτου ποιῶν. Ἀλλὰ καὶ ἐμφανῆ ἑαυτὸν διὰ τούτου καθίστη διαμένων ἐν αὐτῷ καὶ τοιαῦτα τελῶν ἔργα καὶ σημεῖα διδούς, ἃ μηκέτι ἄνθρωπον ἀλλὰ Θεὸν Λόγον αὐτὸν ἐγνώριζον. 16.5 Ἀμφότερα γὰρ ἐφιλανθρωπεύετο ὁ Σωτὴρ διὰ τῆς ἐνανθρωπήσεως, ὅτι καὶ τὸν θάνατον ἐξ ἡμῶν ἠφάνιζε, καὶ ἀνεκαίνιζεν ἡμᾶς· καὶ ὅτι ἀφανὴς ὢν καὶ ἀόρατος, διὰ τῶν ἔργων ἐνέφαινε, καὶ ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Λόγον τοῦ Πατρός, τὸν τοῦ παντὸς ἡγεμόνα καὶ βασιλέα.

17.1 Οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῷ σώματι· οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. Οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον, Λόγος ὤν, οὐ συνείχετο μὲν ὑπό τινος· συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός· καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὤν, ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ' οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν, καὶ ἕκαστον καὶ πάντα ὁμοῦ ζωοποιῶν, περιέχων τὰ ὅλα καὶ μὴ περιεχόμενος, ἀλλ' ἐν μόνῳ τῷ ἑαυτοῦ Πατρὶ ὅλος ὢν κατὰ πάντα· 17.2 Οὕτως καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὤν, καὶ αὐτὸς αὐτὸ ζωοποιῶν, εἰκότως ἐζωοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο, καὶ ἔξω τῶν ὅλων ἦν. Καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος, οὐκ ἀφανὴς ἦν καὶ ἀπὸ τῆς τῶν ὅλων ἐνεργείας. 17.3 Ψυχῆς μὲν οὖν ἔργον ἐστὶ θεωρεῖν μὲν καὶ τὰ ἔξω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνεργεῖν, ἢ τὰ τούτου μακρὰν τῇ παρουσίᾳ κινεῖν. Οὐδέποτε γοῦν ἄνθρωπος διανοούμενος τὰ μακρὰν ἤδη καὶ ταῦτα κινεῖ καὶ μεταφέρει· οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῷ, ἤδη καὶ τὸν ἥλιον κινεῖ, καὶ τὸν οὐρανὸν περιστρέφει. Ἀλλ' ὁρᾷ μὲν αὐτὰ κινούμενα καὶ γεγονότα, οὐ μὴν ὥστε ἐργάζεσθαι αὐτὰ δυνατὸς