1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

27

τὸ ἀνθρώπινον σῶμα, καὶ ἐπιβαίνει τούτῳ, ἵν' ἐπειδὴ ἐν τῷ ὅλῳ αὐτὸν οὐκ ἠδυνήθησαν γνῶναι, κἂν ἐν τῷ μέρει μὴ ἀγνοήσωσιν αὐτόν· καὶ ἐπειδὴ ἀναβλέψαι οὐκ ἠδυνήθησαν εἰς τὴν ἀόρατον αὐτοῦ δύναμιν, κἂν ἐκ τῶν ὁμοίων λογίσασθαι καὶ θεωρῆσαι δυνηθῶσιν αὐτόν. 43.5 Ἄνθρωποι γὰρ ὄντες, διὰ τοῦ καταλλήλου σώματος καὶ τῶν δι' αὐτοῦ θείων ἔργων, ταχύτερον καὶ ἐγγύτερον τὸν τούτου Πατέρα γινώσκειν δυνήσονται, συγκρίνοντες ὡς οὐκ ἀνθρώπινα, ἀλλὰ Θεοῦ ἔργα ἐστί, τὰ ὑπ' αὐτοῦ γινόμενα. 43.6 Καὶ ἐὰν ἄτοπον ἦν κατ' αὐτοὺς διὰ τῶν τοῦ σώματος ἔργων τὸν Λόγον γνωρίζεσθαι, πάλιν ἄτοπον ἂν εἴη ἐκ τῶν ἔργων τοῦ παντὸς γινώσκεσθαι τοῦτον. Ὥσπερ γὰρ ἐν τῇ κτίσει ὤν, οὐδέν τι τῆς κτίσεως μεταλαμβάνει, ἀλλὰ μᾶλλον τὰ πάντα τῆς αὐτοῦ δυνάμεως μεταλαμβάνει, οὕτως καὶ τῷ σώματι ὀργάνῳ χρώμενος, οὐδενὸς τῶν τοῦ σώματος μετεῖχεν, ἀλλὰ μᾶλλον αὐτὸς ἡγίαζε καὶ τὸ σῶμα. 43.7 Εἰ γὰρ δὴ καὶ ὁ παρὰ τοῖς Ἕλλησι θαυμαζόμενος Πλάτων φησὶν ὅτι ὁρῶν τὸν κόσμον ὁ γεννήσας αὐτὸν χειμαζόμενον καὶ κινδυνεύοντα εἰς τὸν τῆς ἀνομοιότητος δύνειν τόπον, καθίσας ἐπὶ τοὺς οἴακας τῆς Ψυχῆς βοηθεῖ, καὶ πάντα τὰ πταίσματα διορθοῦται· τί ἄπιστον λέγεται παρ' ἡμῖν, εἰ πλανωμένης τῆς ἀνθρωπότητος ἐκάθισεν ὁ Λόγος ἐπὶ ταύτην, καὶ ἄνθρωπος ἐπεφάνη, ἵνα χειμαζομένην αὐτὴν περισώσῃ διὰ τῆς κυβερνήσεως αὐτοῦ καὶ ἀγα θότητος;

44.1 Ἀλλ' ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον ποιῆσαι, καὶ μὴ σώματος ἅψασθαι τὸν τούτου Λόγον, ὥσπερ οὖν καὶ πάλαι πεποίηκεν, ὅτε ἐκ τοῦ μὴ ὄντος αὐτὰ συνίστη. 44.2 Πρὸς δὲ ταύτην αὐτῶν τὴν ἀντίθεσιν εἰκότως ἂν λεχθείη ταῦτα, ὅτι πάλαι μὲν οὐδενὸς οὐδαμῆ ὑπάρχοντος, νεύματος γέγονε χρεία καὶ βουλήσεως μόνης εἰς τὴν τοῦ παντὸς δημιουργίαν. Ὅτε δὲ γέγονεν ὁ ἄνθρωπος, καὶ χρεία ἀπῄτησεν οὐ τὰ μὴ ὄντα ἀλλὰ τὰ γενόμενα θεραπεῦσαι, ἀκόλουθον ἦν ἐν τοῖς ἤδη γενομέ νοις τὸν Ἰατρὸν καὶ Σωτῆρα παραγενέσθαι, ἵνα καὶ τὰ ὄντα θεραπεύσῃ. Γέγονε δὲ ἄνθρωπος διὰ τοῦτο, καὶ ἀνθρω πείῳ ὀργάνῳ κέχρηται τῷ σώματι. 44.3 Ἐπεὶ εἰ μὴ τοῦ τον ἔδει γενέσθαι τὸν τρόπον, πῶς ἔδει τὸν Λόγον, ὀργάνῳ θέλοντα χρήσασθαι παραγενέσθαι; Ἢ πόθεν ἔδει τοῦτο λαβεῖν αὐτόν, εἰ μὴ ἐκ τῶν ἤδη γενομένων καὶ χρῃζόντων τῆς αὐτοῦ θειότητος διὰ τοῦ ὁμοίου; οὐδὲ γὰρ τὰ οὐκ ὄντα ἔχρῃζε σωτηρίας, ἵνα καὶ προστάξει μόνον ἀρκεσθῇ, ἀλλ' ὁ ἤδη γενόμενος ἄνθρωπος ἐφθείρετο καὶ παραπώλλυτο. Ὅθεν εἰκότως ἀνθρωπίνῳ κέχρηται καλῶς ὀργάνῳ, καὶ εἰς πάντα ἑαυτὸν ἥπλωσεν ὁ Λόγος. 44.4 Ἔπειτα καὶ τοῦτο ἰστέον, ὅτι ἡ γενομένη φθορὰ οὐκ ἔξωθεν ἦν τοῦ σώματος, ἀλλ' αὐτῷ προσεγεγόνει, καὶ ἀνάγκη ἦν ἀντὶ τῆς φθορᾶς ζωὴν αὐτῷ προσπλακῆναι, ἵνα ὥσπερ ἐν τῷ σώματι γέγονεν ὁ θάνατος, οὕτως ἐν αὐτῷ γένηται καὶ ἡ ζωή. 44.5 Εἰ μὲν οὖν ἔξωθεν ἦν ὁ θάνατος τοῦ σώματος, ἔξωθεν ἔδει καὶ τὴν ζωὴν αὐτοῦ γεγονέναι. Εἰ δὲ ἐν τῷ σώματι συνεπλάκη ὁ θάνατος, καὶ ὡς συνὼν αὐτῷ κατεκράτει τούτου, ἀνάγκη καὶ τὴν ζωὴν συμπλακῆναι τῷ σώματι, ἵνα ἀντενδυθὲν τὸ σῶμα τὴν ζωήν, ἀποβάλῃ τὴν φθοράν. Ἄλλως τε εἰ καὶ ἐγεγόνει ἔξω τοῦ σώματος ὁ Λόγος, καὶ μὴ ἐν αὐτῷ, ὁ μὲν θάνατος ἡττᾶτο ὑπ' αὐτοῦ φυσικώτατα, ἅτε δὴ μὴ ἰσχύοντος τοῦ θανάτου κατὰ τῆς ζωῆς, οὐδὲν ἧττον δὲ ἔμενεν ἐν τῷ σώματι ἡ προσγε νομένη φθορά. 44.6 ∆ιὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ Σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ, μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ· ἀλλ' ὡς ἐνδυσάμενον τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. Ἅπαξ γὰρ ἐνδυσάμενον φθορὰν οὐκ ἂν ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν· καὶ πάλιν θάνατος καθ' ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι· διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαλείψῃ. Πῶς γὰρ ἂν ὅλως ὁ Κύριος ἐδείχθη ζωή, εἰ