1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

17

γυναῖκας τὰς ἀπατηθείσας τὸ πρὶν παρ' αὐτοῦ, νῦν παίζειν αὐτὸν ὡς νεκρὸν καὶ παρειμένον. 27.4 Ὡς γὰρ τυράννου καταπολεμηθέντος ὑπὸ γνησίου βασιλέως καὶ δεθέντος τοὺς πόδας καὶ τὰς χεῖρας, πάντες λοιπὸν οἱ διαβαίνοντες καταπαίζουσιν αὐτοῦ τύπτοντες καὶ διασύροντες, οὐκ ἔτι φοβούμενοι τὴν μανίαν αὐτοῦ καὶ τὴν ἀγριότητα, διὰ τὸν νικήσαντα βασιλέα· οὕτω καὶ τοῦ θανά του νικηθέντος καὶ στηλιτευθέντος ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ σταυρῷ, καὶ δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας, πάντες οἱ ἐν Χριστῷ διαβαίνοντες αὐτὸν καταπατοῦσι, καὶ μαρτυροῦντες τῷ Χριστῷ χλευάζουσι τὸν θάνατον, ἐπικερ τομοῦντες αὐτῷ καὶ τὰ ἄνωθεν κατ' αὐτοῦ γεγραμμένα λέγοντες· «Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον;»

28.1 Ἆρ' οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ' αὐτοῦ γενο μένης νίκης παρὰ τοῦ Σωτῆρος, ὅταν οἱ ἐν Χριστῷ παῖδες καὶ νέαι κόραι παρορῶσι τὸν ἐνταῦθα βίον καὶ ἀποθανεῖν μελετῶσιν; 28.2 Ἔστι μὲν γὰρ κατὰ φύσιν ὁ ἄνθρωπος δειλιῶν τὸν θάνατον καὶ τὴν τοῦ σώματος διάλυσιν· τὸ δὲ παρα δοξότατον τοῦτό ἐστιν, ὅτι τὴν τοῦ σταυροῦ πίστιν ἐνδυσά μενος καταφρονεῖ καὶ τῶν κατὰ φύσιν, καὶ τὸν θάνατον οὐ δειλιᾷ διὰ τὸν Χριστόν. 28.3 Καὶ ὥσπερ τοῦ πυρὸς ἔχοντος κατὰ φύσιν τὸ καίειν, εἰ λέγοι τις εἶναί τι τὸ μὴ δειλιῶν αὐτοῦ τὴν καῦσιν, ἀλλὰ καὶ μᾶλλον ἀσθενὲς αὐτὸ δεικνύον, οἷον δὴ λέγεται τὸ παρὰ Ἰνδοῖς ἀμίαντον· εἶτα ὁ τῷ λεγομένῳ μὴ πιστεύων εἰ πεῖραν θελήσειε λαβεῖν τοῦ λεγομένου, πάντως τὸ ἄκαυστον ἐνδυσάμενος καὶ προσβαλὼν πυρί, πιστοῦται λοιπὸν τὴν κατὰ τοῦ πυρὸς ἀσθένειαν· 28.4 ἢ ὡς εἴ τις τὸν τύραννον δεδεμένον ἰδεῖν θελήσειε, πάντως εἰς τὴν τοῦ νικήσαντος χώραν καὶ ἀρχὴν παρελθών, ὁρᾷ τὸν ἄλλοις φοβερὸν ἀσθενῆ γενόμενον· οὕτως εἴ τίς ἐστιν ἄπιστος, καὶ ἀκμὴν μετὰ τοσαῦτα, καὶ μετὰ τοὺς τοσούτους ἐν Χριστῷ γενομένους μάρτυρας, μετὰ τὴν καθ' ἡμέραν γινομένην κατὰ τοῦ θανάτου χλεύην παρὰ τῶν ἐν Χριστῷ διαπρεπόντων· ὅμως εἰ ἔτι τὴν διάνοιαν ἀμφίβολον ἔχει περὶ τοῦ κατηργῆσθαι τὸν θάνατον καὶ τέλος ἐσχηκέναι, καλῶς μὲν ποιεῖ θαυμάζων περὶ τοῦ τηλικούτου· πλὴν μὴ σκληρὸς εἰς ἀπιστίαν, μηδὲ ἀναιδὴς πρὸς τὰ οὕτως ἐναργῆ γινέσθω. 28.5 Ἀλλ' ὥσπερ ὁ τὸ ἀμίαντον λαβὼν γινώσκει τὸ ἄψαυστον τοῦ πυρὸς πρὸς αὐτό, καὶ ὁ τὸν τύραννον δεδεμένον θέλων ὁρᾶν, εἰς τὴν τοῦ νικήσαντος ἀρχὴν παρέρχεται· οὕτως καὶ ὁ ἀπιστῶν περὶ τῆς τοῦ θανάτου νίκης λαμβανέτω τὴν πίστιν τοῦ Χριστοῦ, καὶ εἰς τὴν τούτου διδασκαλίαν παρερχέσθω· καὶ ὄψεται τοῦ θανάτου τὴν ἀσθένειαν, καὶ τὴν κατ' αὐτοῦ νίκην· πολλοὶ γὰρ πρότερον ἀπιστοῦντες καὶ χλευάζοντες, ὕστερον πιστεύσαντες, οὕτως κατεφρόνησαν τοῦ θανάτου, ὡς καὶ μάρτυρας αὐτοὺς γενέσθαι τοῦ Χριστοῦ.

29.1 Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι ἀλλ' ἢ αὐτὸν τὸν Χριστόν, τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον, κἀκεῖνον ἐξασθενῆσαι ποιήσαντα. 29.2 Καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος, καὶ διὰ τοῦτο φοβερὸς ἦν, ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ τὴν ἀνάστασιν καταφρονεῖται, φανερὸν ἂν εἴη παρ' αὐτοῦ τοῦ ἐπὶ τὸν σταυρὸν ἀναβάντος Χριστοῦ κατηργῆσθαι καὶ νενικῆσθαι τὸν θάνατον. 29.3 Ὡς γὰρ ἐὰν μετὰ νύκτα γένηται ἥλιος, καὶ πᾶς ὁ περίγειος τόπος καταλάμπηται ὑπ' αὐτοῦ, πάντως οὐκ ἔστιν ἀμφίβολον, ὅτι ὁ τὸ φῶς ἐφαπλώσας ἥλιος πανταχοῦ, αὐτός ἐστιν ὁ καὶ τὸ σκότος ἀπελάσας καὶ τὰ πάντα φωτίσας· οὕτως τοῦ θανάτου καταφρονηθέντος καὶ καταπατηθέντος ἀφ' οὗ γέγονεν ἡ τοῦ Σωτῆρος ἐν σώματι σωτήριος ἐπιφάνεια καὶ τὸ τέλος τοῦ σταυροῦ, πρόδηλον ἂν εἴη, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ ὁ καὶ ἐν σώματι φανείς, ὁ τὸν θάνατον καταργήσας, καὶ κατ' αὐτοῦ τρόπαια καθ' ἡμέραν ἐν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεικνύμενος. 29.4 Ὅταν γὰρ ἴδῃ τις