1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

18

ἀνθρώπους ἀσθενεῖς ὄντας τῇ φύσει, προπηδῶντας εἰς τὸν θάνατον, καὶ μὴ καταπτήσσοντας αὐτοῦ τὴν φθοράν, μηδὲ τὰς ἐν ᾅδου καθόδους δειλιῶντας, ἀλλὰ προθύμῳ ψυχῇ προκαλουμένους αὐτόν, καὶ μὴ πτήσσοντας βασάνους, ἀλλὰ μᾶλλον τῆς ἐνταῦθα ζωῆς προκρίνοντας διὰ τὸν Χριστὸν τὴν εἰς τὸν θάνατον ὁρμήν· ἢ καὶ ἐὰν θεωρός τις γένηται ἀνδρῶν καὶ θηλειῶν καὶ παίδων νέων ὁρμώντων καὶ ἐπιπηδώντων εἰς τὸν θάνατον διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν, τίς οὕτως ἐστὶν εὐήθης ἢ τίς οὕτως ἐστὶν ἄπιστος, τίς δὲ οὕτως τὴν διάνοιαν πεπήρωται, ὡς μὴ νοεῖν καὶ λογίζεσθαι, ὅτι ὁ Χριστός, εἰς ὃν μαρτυροῦσιν οἱ ἄνθρωποι, αὐτὸς τὴν κατὰ τοῦ θανάτου νίκην ἑκάστῳ παρέχει καὶ δίδωσιν, ἐξασ θενεῖν αὐτὸν ποιῶν ἐν ἑκάστῳ τῶν αὐτοῦ τὴν πίστιν ἐχόντων καὶ τὸ σημεῖον τοῦ σταυροῦ φορούντων. 29.5 Καὶ γὰρ ὁ τὸν ὄφιν βλέπων καταπατούμενον, εἰδὼς αὐτοῦ μάλιστα τὴν προτέραν ἀγριότητα, οὐκ ἀμφιβάλλει λοι πὸν ὅτι νεκρός ἐστι καὶ τέλεον ἐξησθένησεν, ἐκτὸς εἰ μὴ τὴν διάνοιαν ἀπεστράφη, καὶ οὐδὲ τὰς τοῦ σώματος αἰσθήσεις ὑγιαινούσας ἔχει. Τίς γὰρ καὶ λέοντα παιζόμενον ὑπὸ παιδίων ὁρῶν, ἀγνοεῖ τοῦτον ἢ νεκρὸν γενόμενον ἢ πᾶσαν ἀπολέσαντα τὴν ἑαυτοῦ δύναμιν; 29.6 Ὥσπερ οὖν ταῦτα ἀληθῆ εἶναι τοῖς ὀφθαλμοῖς ἔξεστιν ὁρᾶν, οὕτως παιζομένου καὶ καταφρονουμένου τοῦ θανάτου ὑπὸ τῶν εἰς Χριστὸν πιστευόντων, μηκέτι μηδεὶς ἀμφιβαλλέτω, μηδὲ γινέσθω τις ἄπιστος, ὅτι ὑπὸ Χριστοῦ κατήργηται ὁ θάνατος, καὶ ἡ τούτου φθορὰ διαλέλυται καὶ πέπαυται.

30.1 Τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον, καὶ τρόπαιον εἶναι κατ' αὐτοῦ τὸν Κυριακὸν σταυρόν, οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα. Τῆς δὲ γενομένης λοιπὸν ἀθανάτου ἀναστάσεως τοῦ σώματος παρὰ τοῦ κοινοῦ πάντων Σωτῆρος καὶ Ζωῆς ὄντως Χριστοῦ, ἐναργε στέρα τῶν λόγων ἡ διὰ τῶν φαινομένων ἀπόδειξίς ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας ἔχουσιν ὑγιαίνοντα. 30.2 Εἰ γὰρ κατήργηται ὁ θάνατος, ὡς ὁ λόγος ἔδειξε, καὶ διὰ τὸν Κύριον πάντες αὐτὸν καταπατοῦσι, πολλῷ πλέον αὐτὸς αὐτὸν πρῶτος κατεπάτησε τῷ ἰδίῳ σώματι καὶ κατήργησεν αὐτόν. Τοῦ δὲ θανάτου νεκρωθέντος ὑπ' αὐτοῦ, τί ἔδει γενέ σθαι ἢ τὸ σῶμα ἀναστῆναι, καὶ τοῦτο δειχθῆναι κατ' αὐτοῦ τρόπαιον; Ἢ πῶς γὰρ ἂν ἐφάνη καταργηθεὶς ὁ θάνα τος, εἰ μὴ τὸ σῶμα τὸ κυριακὸν ἦν ἀναστάν; εἰ δέ τῷ μὴ αὐτάρκης ἡ ἀπόδειξις αὕτη περὶ τῆς ἀναστάσεως αὐτοῦ, κἂν ἐκ τῶν ἐν ὄψει γενομένων πιστούσθω τὸ λεγόμενον. 30.3 Εἰ γὰρ δὴ νεκρός τις γενόμενος οὐδὲν ἐνεργεῖν δύναται, ἀλλὰ μέχρι τοῦ μνήματός ἐστιν αὐτῷ ἡ χάρις, καὶ πέπαυται λοιπόν, μόνων δὲ τῶν ζώντων εἰσὶν αἱ πράξεις καὶ αἱ πρὸς τοὺς ἀνθρώπους ἐνέργειαι, ὁράτω δὴ ὁ βουλόμενος καὶ γενέσθω δικαστὴς ἐκ τῶν ὁρωμένων τὴν ἀλήθειαν ὁμολογῶν. 30.4 Τοσαῦτα γὰρ τοῦ Σωτῆρος ἐνεργοῦντος ἐν ἀνθρώποις, καὶ καθ' ἡμέραν πανταχόθεν ἀπό τε τῶν τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον οἰκούντων τοσοῦτον πλῆθος ἀοράτως πείθοντος εἰς τὴν ἑαυτοῦ πίστιν παρελθεῖν, καὶ πάντας ὑπακούειν τῇ αὐτοῦ διδασκαλίᾳ· ἆρ' ἔτι τις τὴν διάνοιαν ἀμφίβολον ἕξει εἰ γέγονεν ἀνάστασις ὑπὸ τοῦ Σωτῆρος, καὶ ζῇ ὁ Χριστός, μᾶλλον δὲ αὐτός ἐστιν ἡ Ζωή; 30.5 Ἆρα δὲ νεκροῦ ἐστι τὰς μὲν διανοίας τῶν ἀνθρώπων κατανύττειν, ὥστε τοὺς πατρικοὺς ἀρνεῖσθαι νόμους, τὴν δὲ Χριστοῦ διδασκαλίαν προσκυνεῖν; ἢ πῶς, εἴπερ οὐκ ἔστιν ἐνεργῶν, νεκροῦ γὰρ ἴδιόν ἐστι τοῦτο, αὐτὸς τοὺς ἐνεργοῦντας καὶ ζῶντας τῆς ἐνεργείας παύει, ὥστε τὸν μὲν μοιχὸν μηκέτι μοιχεύειν, τὸν δὲ ἀνδροφόνον μηκέτι φονεύειν, τὸν δὲ ἀδικοῦντα μηκέτι πλεονεκτεῖν, καὶ τὸν ἀσεβῆ λοιπὸν εὐσεβεῖν; πῶς δὲ εἰ μὴ ἀνέστη, ἀλλὰ νεκρός ἐστι, τοὺς λεγομένους ὑπὸ τῶν ἀπίστων ζῆν ψευδοθέους καὶ θρησκευομένους δαίμονας αὐτὸς ἀπελαύνει καὶ διώκει καὶ καταβάλλει; 30.6 Ἔνθα γὰρ ὀνομάζεται Χριστὸς καὶ ἡ τούτου πίστις, ἐκεῖθεν πᾶσα μὲν εἰδωλολατρία καθαιρεῖται, πᾶσα δὲ δαιμόνων ἀπάτη ἐλέγχεται, πᾶς δὲ δαίμων οὐδὲ τὸ ὄνομα ὑποφέρει· ἀλλὰ καὶ μόνον ἀκούσας