1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

30

λαβεῖν, καὶ ἐπ' αὐτῆς τῆς φαντασίας τῶν δαιμόνων, καὶ τῆς τῶν μαντείων ἀπάτης, καὶ τῶν τῆς μαγείας θαυμάτων, χρησάσθω τῷ σημειῷ τοῦ γελωμένου παρ' αὐτοῖς σταυροῦ, τὸν Χριστὸν ὀνομάσας μόνον, καὶ ὄψεται πῶς δι' αὐτοῦ δαίμονες μὲν φεύγουσι, μαντεῖα δὲ παύεται, μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήργηται. 48.4 Τίς οὖν ἄρα καὶ πηλίκος ἐστὶν οὗτος ὁ Χριστός, ὁ τῇ ἑαυτοῦ ὀνομασίᾳ καὶ παρουσίᾳ τὰ πάντα πανταχόθεν ἐπισκιάσας καὶ καταργήσας, καὶ μόνος κατὰ πάντων ἰσχύων, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς ἑαυτοῦ διδασκαλίας πληρώσας; Λεγέτωσαν οἱ πάνυ γελῶντες καὶ οὐκ ἐρυθριῶντες Ἕλληνες. 48.5 Εἰ μὲν γὰρ ἄνθρωπός ἐστι, καὶ πῶς εἷς ἄνθρωπος τὴν πάντων τῶν παρ' αὐτοῖς θεῶν δύναμιν ὑπερῆρε, καὶ οὐδὲν ἐκείνους ὄντας τῇ ἑαυτοῦ δυνάμει διήλεγξεν; Εἰ δὲ μάγον αὐτὸν λέγουσι, πῶς οἷόν τέ ἐστιν ὑπὸ μάγου καταργεῖσθαι πᾶσαν τὴν μαγείαν, καὶ μὴ μᾶλλον συνίσ τασθαι; Εἰ μὲν γὰρ ἀνθρώπους μάγους ἐνίκα, ἢ καθ' ἑνὸς ἴσχυε μόνου, καλῶς ἂν ἐνομίσθη παρ' αὐτοῖς κρείττονι τέχνῃ τὴν τῶν ἄλλων ὑπερβάλλων. 48.6 Εἰ δὲ κατὰ πάσης ἁπλῶς μαγείας καὶ αὐτοῦ τοῦ ὀνόματος αὐτῆς ἤρατο τὴν νίκην ὁ τούτου σταυρός, δῆλον ἂν εἴη μὴ εἶναι μάγον τὸν Σωτῆρα, ὃν καὶ οἱ παρὰ τῶν ἄλλων μάγων ἐπικαλούμενοι δαίμονες ὡς δεσπότην φεύγουσι. 48.7 Τίς οὖν ἄρα ἐστὶ λεγέ τωσαν οἱ μόνον ἐν τῷ χλευάζειν ἔχοντες τὴν σπουδὴν Ἕλληνες. Ἴσως ἂν φήσαιεν δαίμονα καὶ αὐτὸν γεγενῆσθαι, καὶ οὕτως ἰσχύειν. Τοῦτο δὲ καὶ πάνυ λέγοντες ὀφλήσουσι χλεύην, πάλιν ταῖς προτέραις ἀποδείξεσι δυσωπεῖσθαι δυνάμενοι. Πῶς γὰρ οἷόν τέ ἐστι δαίμονα εἶναι τὸν τοὺς δαίμονας ἀπελαύνοντα; 48.8 Εἰ μὲν γὰρ ἁπλῶς δαίμονας ἤλαυνε, καλῶς ἂν ἐνομίσθη τῷ ἄρχοντι τῶν δαιμονίων ἰσχύειν αὐτὸν κατὰ τῶν ἐλαττόνων, ὁποῖα καὶ Ἰουδαῖοι θέλοντες αὐτὸν ὑβρίζειν ἔλεγον αὐτῷ. Εἰ δὲ πᾶσα τῶν δαιμόνων μανία ἐξίσταται τῇ τούτου ὀνομασίᾳ καὶ διώκεται, φανερὸν ἂν εἴη καὶ ἐν τούτῳ πλανᾶσθαι αὐτούς, καὶ μὴ εἶναι ὡς νομίζουσι δαιμονικήν τινα δύναμιν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Χριστόν. 48.9 Οὐκοῦν εἰ μήτε ἄνθρωπος ἁπλῶς μήτε μάγος μήτε δαίμων τίς ἐστιν ὁ Σωτήρ, ἀλλὰ καὶ τὴν παρὰ ποιηταῖς ὑπόνοιαν καὶ δαιμόνων φαντασίαν καὶ Ἑλλήνων σοφίαν τῇ ἑαυτοῦ θειότητι κατή ργησε καὶ ἐπεσκίασε, φανερὸν ἂν εἴη καὶ παρὰ πᾶσιν ὁμολογηθήσεται ὅτι οὗτος ἀληθῶς Θεοῦ Υἱός ἐστι, Λόγος καὶ Σοφία καὶ ∆ύναμις τοῦ Πατρὸς ὑπάρχων. ∆ιὰ τοῦτο γὰρ οὐδὲ ἀνθρώπινά ἐστιν αὐτοῦ τὰ ἔργα, ἀλλ' ὑπὲρ ἄνθρωπον, καὶ Θεοῦ τῷ ὄντι γινώσκεται ταῦτα, καὶ ἀπ' αὐτῶν τῶν φαινομένων καὶ ἀπὸ τῆς πρὸς ἀνθρώπους συγκρίσεως.

49.1 Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντων Κύριος; Τίς δὲ τὸ τῇ γενέσει ἐλλεῖπον ἀποδέδωκε, καὶ ἐκ γενετῆς τυφλὸν ἐποίησε βλέπειν; 49.2 Ἀσκληπιὸς ἐθεοποιήθη παρ' αὐτοῖς, ὅτι τὴν ἰατρικὴν ἤσκησε, καὶ βοτάνας πρὸς τὰ πάσχοντα τῶν σωμάτων ἐπενόει, οὐκ αὐτὸς ταύτας πλάττων ἀπὸ γῆς, ἀλλὰ τῇ ἐκ φύσεως ἐπιστήμῃ ταύτας ἐφευρίσκων. Τί δὲ πρὸς τὸ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, ὅτι οὐ τραῦμα ἐθεράπευσεν, ἀλλὰ γένεσιν ἔπλασε καὶ ἀποκατέστησε τὸ πλάσμα; 49.3 Ἡρακλῆς ὡς θεὸς προσκυνεῖται παρ' Ἕλλησιν, ὅτι πρὸς ἴσους ἀνθρώπους ἀντεμαχέσατο, καὶ θηρία δόλοις ἀνεῖλε. Τί πρὸς τὰ ὑπὸ τοῦ Λόγου γενόμενα, ὅτι νόσους καὶ δαίμονας καὶ τὸν θάνατον αὐτὸν ἀπήλαυνε τῶν ἀνθρώπων; ∆ιόνυσος θρησκεύεται παρ' αὐτοῖς, ὅτι μέθης γέγονε διδάσκαλος τοῖς ἀνθρώποις. Ὁ δὲ Σωτὴρ τῷ ὄντι καὶ Κύριος τοῦ παντός, σωφροσύνην διδάξας, χλευάζεται παρ' ἐκείνων. 49.4 Ἀλλ' ἔστω ταῦτα. Τί καὶ πρὸς τὰ ἕτερα θαύματα τῆς θεότητος αὐτοῦ; Τίνος ἀποθνῄσκοντος ἀνθρώπου, ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐσείετο; Ἰδοὺ μέχρι νῦν ἀποθνῄσκουσι καὶ ἀπέθανον ἔτι ἄνωθεν ἄνθρωποι· πότε τι τοιοῦτον ἐπ' αὐτοῖς γέγονε θαῦμα; 49.5 Ἤ, ἵνα τὰς διὰ τοῦ σώματος αὐτοῦ πράξεις παραλίπω, καὶ τὰς μετὰ τὴν ἀνάστασιν τοῦ σώματος αὐτοῦ μνημονεύσω, τίνος