1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

3

Πατρός· εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη, τὸ, Ἐγεννήθη, ὁμολόγησον. Κἂν λέγῃ σοι ὁ αἱρετικὸς, Πῶς 56.167 ἐγεννήθη ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ τὸ φρόνημα εἰς τὴν γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς παρθένου, καὶ τότε ἐκεῖνα ἐρώτα. Κάτασχε αὐτὸν, καὶ περίστηθι, καὶ μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον τῶν λογισμῶν· ἀλλὰ κάτασχε, καὶ ἀπόπνιξον, μὴ τῇ χειρὶ, ἀλλὰ τῷ ῥήματι· μὴ δῷς αὐτῷ διαστολὰς καὶ διαφυγὰς, ἃς βούλεται. Ἐκεῖθεν θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἄγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν. Περίθες τοίνυν αὐτῷ τειχίον πάντοθεν, τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται. Εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐγεννήθη ἐκ τῆς παρθένου; οὐκ ἀφίσταμαι οὐδὲ ἀναχωρῶ. Ἀλλ' οὐκ ἂν ἔχοι τὸν τρόπον εἰπεῖν, κἂν μυρία φιλονεικῇ. Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξει λοιπόν; Πίστει παραδεκτὰ τὰ τοιαῦτα μόνῃ. Εἰ δὲ οὐκ ἀνέχῃ, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς τὸν Νικόδημον ὁ Χριστός· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν τὰ ἐπουράνια εἴπω, πιστεύσετε; Περὶ τῆς ἐκ παρθένου γεννήσεως εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὸν οὐρανὸν περιεργάζῃ; Εἴθε μὲν οὖν τὸν οὐρανὸν, καὶ μὴ τὸν ∆εσπότην τῶν οὐρανῶν ἐπολυπραγμόνεις. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ', Οὐ πιστεύετε, δεικνὺς ἡμῖν, ὅτι καὶ τὰ ἐπίγεια πίστεως δεῖται. Εἰ δὲ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ οὐράνια. Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τόκου διελέγετο πολὺ ἐλάττονος· περὶ τοῦ βαπτίσματος γὰρ ὁ λόγος ἦν, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς· ἀλλ' ἔλεγεν, ὅτι καὶ ταῦτα πίστει ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ' ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεννήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν, ἐπίγεια ταῦτά ἐστιν. Εἰ τοίνυν, πῶς ἀναγεννῶμαι ἐκ τῶν ὑδάτων, οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πίστει μόνῃ παραδέχεσθαι δεῖ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι· πόσης ἂν εἴη μανίας, ἐπὶ τῆς ἄνω γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν; γʹ. Πῶς μὲν οὖν ἀπάτωρ καὶ ἀμήτωρ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος ἑκατέραν τὴν γέννησιν· λοιπὸν δὲ πρὸς τὸ ἐπεῖγον ἀπαγάγωμεν, τὸν λόγον τὸν περὶ τοῦ Μελχισεδὲκ εἰς ἑτέραν ἡμέραν ἀναβαλλόμενοι, καὶ διαναστήσωμεν τὴν ἀκοὴν, προφητικῶν μέλλοντες ἀκούειν αἰνιγμάτων. Αἰνίγμασι γὰρ ἔοικε τὰ προφητικὰ, καὶ πολλὴ δυσκολία ἐν τῇ παλαιᾷ ∆ιαθήκῃ, καὶ δυσεπίληπτα τὰ βιβλία· ἡ δὲ Καινὴ σαφεστέρα καὶ εὐκολωτέρα. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα οὕτω διατετύπωται, καίτοι ἡ Καινὴ περὶ μειζόνων διαλέγεται πραγμάτων, περὶ βασιλείας οὐρανῶν, καὶ σωμάτων ἀναστάσεως, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, ἃ καὶ ἀνθρώπινον ὑπερβαίνει νοῦν; Τίς οὖν ἡ αἰτία τοῦ τὰς προφητείας ἀσαφεῖς εἶναι; Πολλὰ προλέγουσιν Ἰουδαίοις αὗται κακά· καὶ ὅτι ἐκβληθή56.168 σονται μὲν ἐκεῖνοι, ἡμεῖς δὲ εἰσδεχθησόμεθα· καὶ ὅτι καταλυθήσεται μὲν ὁ ναὸς, καὶ οὐκέτι λοιπὸν ἀναστήσεται, πεσεῖται δὲ τὰ Ἱεροσόλυμα, καὶ πᾶσιν ἔσται βατά· Ἰουδαῖοί τε πλανῆται γενόμενοι, πανταχοῦ τῆς οἰκουμένης διασπαρήσονται, καὶ τῆς πόλεως ἐκπεσόντες, οὐδὲ τὴν πολιτείαν ἕξουσι λοιπὸν τὴν ἀρχαίαν, ἀλλὰ πάντα αὐτῶν ἀφαιρεθήσεται τὰ πρότερα, καὶ προφητεῖαι, καὶ θυσίαι, καὶ ἱερωσύνη, καὶ βασιλεία. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἄλλα πολλὰ τοιαῦτα προέλεγον οἱ προφῆται, μυρίας τραγῳδίας τοῖς οἰκείοις ἐγκαταμιγνύντες βιβλίοις. Ἵν' οὖν οἱ Ἰουδαῖοι μὴ σαφῶς ἀκούσαντες παρὰ τὴν ἀρχὴν, διαχειρίσωνται τοὺς λέγοντας ταῦτα, τῇ δυσκολίᾳ τῆς ἑρμηνείας ἀπέκρυψαν τὰς προῤῥήσεις, καὶ πολλὴν ἀσάφειαν κατέχεαν τῶν πραγμάτων,