1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

15

συνδέσμου τῆς ἀγάπης δυσωποῦμεν τὸν Θεὸν δοῦναι ἡμῖν τὰ αἰτούμενα. Ταῦτα δὲ οὐχ ἁπλῶς λέγω, οὐδὲ δι' ἐμαυτὸν μόνον, ἀλλ' ἵνα ἀεὶ σπεύδητε εἰς τὰς συνάξεις, ἵνα μὴ λέγητε· Τί γὰρ, ἐν τῇ οἰκίᾳ οὐ δύναμαι εὔξασθαι; ∆ύνασαι μὲν εὔξασθαι, οὐ τοσαύτην δὲ δύναμιν ἔχει ἡ εὐχὴ, ὡς ὅταν 56.182 μετὰ τῶν μελῶν τῶν οἰκείων γίνηται, ὡς ὅταν ὁλόκληρον τὸ σῶμα τῆς Ἐκκλησίας ὁμοθυμαδὸν ἀναπέμπῃ τὴν δέησιν μιᾷ φωνῇ, ἱερέων παρόντων, καὶ τὰς εὐχὰς τοῦ κοινοῦ πλήθους ἀναφερόντων. εʹ. Βούλει μαθεῖν πόση ἐστὶν ἡ δύναμις τῆς εὐχῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης; Ἐδέδετο ὁ Πέτρος ποτὲ ἐν τῷ δεσμωτηρίῳ, καὶ ἁλύσεις περιέκειτο πολλάς· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας περὶ αὐτοῦ γινομένη, καὶ εὐθέως αὐτὸν ἀπήλλαξε τοῦ δεσμωτηρίου. Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ' ἂν τῆς εὐχῆς, ἣ τοὺς στύλους καὶ πύργους τῆς Ἐκκλησίας ὠφέλησε; Παῦλος γὰρ καὶ Πέτρος πύργοι καὶ στῦλοι τῆς Ἐκκλησίας· καὶ τοῦ μὲν τὰ δεσμὰ ἔλυσε, τοῦ δὲ τὸ στόμα ἀνέῳξεν. Ἵνα δὲ μὴ μόνον ἀπὸ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἀπὸ τῶν καθ' ἑκάστην τελουμένων τὴν ἡμέραν, διπλῆν τὴν δύναμιν ἐπιδείξωμεν, αὐτῆς τῆς ὑπὸ τοῦ δήμου γινομένης εὐχῆς ὑμᾶς ἀναμνήσωμεν. Καίτοι γε εἴ τις τῶν πολλῶν ὑμῶν ἐπιτάξειεν εὔχεσθαι καθ' ἑαυτὸν ὑπὲρ τῆς τοῦ ἐπισκόπου σωτηρίας, ἕκαστος ἂν παραιτήσαιτο, ὡς μεῖζον τὸ φορτίον τῆς αὐτοῦ δυνάμεως ὅν· κοινῇ δὲ πάντες ἀκούοντες τοῦ διακόνου τοῦτο κελεύοντος καὶ λέγοντος, ∆εηθῶμεν ὑπὲρ τοῦ ἐπισκόπου, καὶ τοῦ γήρως, καὶ τῆς ἀντιλήψεως, καὶ ἵνα ὀρθοτομῇ τὸν λόγον τῆς ἀληθείας, καὶ ὑπὲρ τῶν ἐνταῦθα, καὶ ὑπὲρ τῶν ἁπανταχοῦ, οὐ παραιτεῖσθε ποιεῖν τὸ ἐπίταγμα, ἀλλὰ μετ' ἐκτενείας ἀναφέρετε τὴν εὐχὴν, εἰδότες τῆς ὑμετέρας συνόδου τὴν δύναμιν. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα· τῇ γὰρ εὐχῇ τῶν κατηχουμένων οὐδέπω τοῦτο ἐπιτέτραπται, ἐπειδὴ οὐδέπω πρὸς τὴν παῤῥησίαν ἔφθασαν ταύτην· ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν. Ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, ὅτι μία φωνὴ ἦν τὸ παλαιόν. Πόθεν οὖν δῆλον, ὅτι μία φωνὴ ἦν; Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἕν. Ἀσαφὲς τὸ εἰρημένον. Ἡ γῆ χεῖλος ἔχει; Οὐδαμῶς. Τί οὖν φησι, καὶ περὶ τίνος; Οὐ περὶ ταύτης λέγει τῆς γῆς τῆς ἀναισθήτου, τῆς ἀκινήτου· ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων γένος οὕτως ἐκάλεσε, τῆς οἰκείας αὐτοὺς ἀναμιμνήσκων φύσεως, τῆς μητρὸς εἰς ὑπόμνησιν ἄγων, ὅθεν ἐγένοντο. ∆ιπλοῦν γὰρ τοῦτο τὸ ζῶον, ὁ ἄνθρωπος, λέγω, ἐκ δύο συγκείμενος οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς, λέγω, καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχων. ∆ιὰ μὲν γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς τῆς γῆς συνῆπται πράγμασι, σύνδεσμός τις ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως. Ὅταν μὲν οὖν πράττῃ τι τῶν τῷ Θεῷ δοκούντων, πνευματικὸς λέγεται, καὶ οὐδὲ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ' ἀφ' ἑτέρας μείζονος τιμῆς, ἀπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ψυχὴ ἡμῖν εἰς κατορθώματα, ἐὰν μὴ ἀπολαύσωμεν τῆς βοηθείας ἐκείνης. Καὶ ἵνα μάθητε, ὅτι, οὐδὲ ἡ ψυχὴ ἀρκεῖ ἡμῖν εἰς κατορθώματα· καὶ 56.183 τί λέγω, εἰς κατορθώματα; οὐδὲ εἰς τὸ δυνηθῆναι συνιέναι τῶν λεγομένων· Ψυχικὸς, φησὶν, ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ὥσπερ γὰρ σαρκικὸν καλεῖ τὸν τῇ σαρκὶ δουλεύοντα, οὕτω ψυχικὸν καλεῖ τὸν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις τὰ πράγματα ἐπιτρέποντα, καὶ μὴ δεχόμενον τοῦ Πνεύματος τὴν ἐνέργειαν. Ἀλλ' ὅπερ ἔλεγον, ὅτι κατορθοῦντες μὲν πνευματικοὶ λεγόμεθα· ὅταν δὲ ἁμάρτωμεν καὶ ὑποσκελισθῶμεν καὶ πράξωμέν τι ἀνάξιον τῆς