1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

20

ὅσον χαλεπώτερον ἐντίθησι τὸ δῆγμα. Οὐ διὰ τοῦτο δὲ μόνον ἐκπεσεῖται συγγνώμης ὁ κατηγορῶν, ἀλλ' ὅτι οὔτε δικαίαν οὔτε ἄδικον ἔχει πρόφασιν εἰπεῖν τῆς πονηρίας τῆς ἑαυτοῦ. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι κἂν ἀλόγους ἔχωσιν αἰτίας, ἀλλ' ὅμως ἔχουσιν· οἷον, ὁ πόρνος ἐπιθυμίαν πληροῖ, ὁ κλέπτης τὴν πενίαν λύει, ἀνδροφόνος τὸν θυμὸν παύει· ὁ κατηγορῶν οὐδεμίαν ἔχει πρόφασιν εἰπεῖν. Ποίαν γὰρ, εἰπέ μοι, χρημάτων περιουσίαν περιβάλλεται; ποίαν ἐπιθυμίαν πληροῖ; Οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ βασκανίας ὑπόθεσις, οὔτε δικαίαν οὔτε ἄδικον ἔχουσα αἰτίαν. ∆ιὰ τοῦτο ἀπεστέρηται συγγνώμης ἁπάσης. Βούλει κακηγορεῖν; ∆ίδωμί σοι χρησίμην ὑπόθεσιν. Βούλει κακῶς λέγειν; Εἰπὲ τὰς ἁμαρτίας σου κακῶς. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἶδες κακηγορίαν στέφανον ἔχουσαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην; Πάλιν, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ἑαυτοῦ, οὐκ ἄλλου. Ἐὰν ἄλλου κατήγορος γένῃ, ἐκολάσθης· ἐὰν ἑαυτοῦ, ἐστεφανώθης. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ καλὸν τὸ κατηγορεῖν τὸ ἑαυτοῦ παράπτωμα, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, φησί. Καὶ μὴν εἰ δίκαιος, πῶς κατήγορος; εἰ κατήγορος, πῶς δίκαιος; Ὁ δίκαιος οὐκ ἔστι κατηγορίας ὑπεύθυνος. Ἀλλ' ἵνα μάθῃς, ὅτι κἂν ἁμαρτωλὸς ᾖ τις, κατηγορῇ δὲ τῶν ἁμαρτημάτων, διὰ τῆς κατηγορίας δίκαιος γίνεται, διὰ τοῦτο εἶπε, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Τί δέ ἐστιν, Ἐν πρωτολογίᾳ; Πρόσεχε ἀκριβῶς· Ἐν τοῖς δικαστηρίοις δύο μέρη ἐστὶ, τῶν μὲν ἐναγόντων, τῶν δὲ ἐναγομένων· τῶν μὲν κατηγορούντων, τῶν δὲ κατηγορουμένων· τῶν μὲν ὑπευθύνων, τῶν δὲ ἀνευθύνων· καὶ ἡ πρωτολογία τῷ κατηγόρῳ δίδοται, τῷ ἀνευθύνῳ. Ἐνταῦθα δὲ τοὐναντίον. Σὺ ὁ ὑπεύθυνος ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀνεύθυνος γένῃ· μὴ ἀναμείνῃς τὸν κατήγορον. Εἰ καὶ τῶν ὑπευθύνων εἶ, ἀλλὰ πρὶν ἢ παρ' ἐκείνου τι τοιοῦτον ἀκούσῃς, αὐτὸς κατηγόρησον τῶν ἡμαρτημένων. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη· ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα, ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμνωμεν. Βούλει μαθεῖν ὅτι ἔθος ἦν τοῖς δικαίοις μὴ ἄλλους κακῶς λέγειν, ἀλλ' ἑαυτούς; Ἄκουσον τοῦ Παύλου βοῶντος· Χάριν ἔχω ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον βλάσφημον ὄντα, καὶ διώκτην, καὶ ὑβριστήν. Ὁρᾷς πῶς ἑαυτὸν κακῶς λέγει; Καὶ πάλιν, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν ἀλλαχοῦ, Οὐκ εἰμὶ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. θʹ. Εἶδες πῶς πανταχοῦ ἑαυτὸν κακῶς λέγει; Οἶδε γὰρ τῆς κατηγορίας ταύτης τὸ κέρδος, ὅτι δικαιοσύνην ἐργάζεται. Ὅταν μὲν οὖν αὐτὸν ἑαυτοῦ κατηγορεῖν 56.189 δέῃ, ἀφειδῶς κέχρηται τῇ κατηγορίᾳ· ὅταν δὲ καὶ ἑτέρους ἴδῃ τοῖς ἀλλοτρίοις δικάζοντας κακοῖς, ὅρα μεθ' ὅσης αὐτοὺς ἐπιστομίζει τῆς αὐστηρότητος, οὑτωσὶ λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἐκείνῳ τήρησον τὸ δικαστήριον, τῷ τὰ ἀπόῤῥητα εἰδότι τῆς διανοίας. Κἂν ἀκριβῶς νομίζῃς εἰδέναι τὰ τοῦ πλησίον, ἔσφαλταί σου ἡ κρίσις. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Πόσοι τῶν ἀπεῤῥιμμένων καὶ εὐτελῶν ἡλίου φαιδρότερον ἐκλάμπειν ἔχουσι! πόσοι τῶν μεγάλων καὶ περιφανῶν σποδὸς ὄντες καὶ τάφος κεκονιαμένος εὑρεθήσονται! Ἤκουσας πῶς ὁ Παῦλος ἑαυτὸν κακῶς λέγει, μετὰ σφοδρότητος καὶ ὑπερβολῆς ἁμαρτημάτων, ὧν οὐκ ἔμελλεν εὐθύνας ὑπέχειν, συνεχῶς μεμνημένον; Βλάσφημος γὰρ καὶ διώκτης καὶ ὑβριστὴς πρὸ τοῦ βαπτίσματος ἦν, ἐκεῖνα δὲ τὰ ἁμαρτήματα ἔλυσε τὸ βάπτισμα· ἀλλ' ὅμως αὐτῶν μέμνηται, οὐκ ἐπειδὴ λόγον ἔμελλεν ὑπὲρ αὐτῶν ὑπέχειν, ἀλλ' ἵνα δείξῃ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τίνα ὄντα, οἷον κατεσκεύασεν, ἀπὸ