1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

22

βαρύτερον δεσμεῖς; Οὐκ ἀρκεῖ σοι περὶ τῶν οἰκείων κακῶν εὐθύνας ὑποσχεῖν, ἀλλὰ καὶ ἑτέρας ἁμαρτίας ἐπισωρεύεις σαυτῷ; Περιττὴ αὕτη ἡ ἀπολογία· οὐκ ἀκοῆς λόγον ὀφείλεις, ἀλλὰ κατηγορίας λόγον χρεωστεῖς. Ὅταν γὰρ ἀκούσας, οὐ σιγήσῃς, οὐ τῆς ἀκοῆς λόγον μόνον ὀφείλεις, ἀλλὰ καὶ κατηγορίας. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησὶ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Ταῦτα οὐχ ὑπὲρ τῶν κακῶς ἀκουόντων, ἀλλ' ὑπὲρ τῶν κακῶς λεγόντων δεδοικὼς λέγω καὶ διαμαρτύρομαι. Ὁ μὲν γὰρ κακῶς ἀκούσας, οὐδὲν ἐπηρέασται, οὐδὲ ἐβλάβη· ἀλλ' ἂν μὲν ψευδῆ ᾖ τὰ περὶ αὐτοῦ λεγόμενα, καὶ μισθὸν ἔχει· ἂν δὲ ἀληθῆ, οὐδὲν οὐδὲ οὕτως ἐπηρέασται παρὰ τὴν σὴν κατηγορίαν. Οὐδὲ γὰρ ἀπὸ τῆς σῆς λοιδορίας οἴσει τότε τὴν ψῆφον αὐτῷ ὁ δικάζων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ τὰ μέγιστα κερδανεῖ γενναίως φέρων τὴν βλασφημίαν, ὥσπερ οὖν καὶ ὁ τελώνης· ὁ δὲ κακῶς λέγων, ἄν τε ἀληθῆ κακῶς εἴπῃ τὸν πλησίον, τὰ μέγιστα ἠδίκηται. Καὶ ὅτι μὲν ὁ συκοφαντῶν ἀπόλωλεν, οὐδὲ ἀποδείξεως χρεία· ὅτι δὲ, κἂν ἀληθῆ λέγῃ, φορτικώτερον ἑαυτῷ ποιεῖ τὸ δικαστήριον, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς, καὶ σκανδάλων αἴτιος γινόμενος, ἃ κρύπτειν δέον, ἐκκαλύπτων ἅπασι, καὶ κηρύττων τὰ ἁμαρτήματα 56.191 τοῦ πλησίον, παντί που δῆλόν ἐστιν. Εἰ γὰρ ἕνα τις σκανδαλίσας, ἀπαραίτητον δώσει τιμωρίαν, ὁ μυρίους σκανδαλίζων διὰ τῆς πονηρᾶς φήμης, πόσην οὐχ ὑποστήσεται κόλασιν; Καὶ γὰρ ὁ Φαρισαῖος οὐκ ἐψεύδετο, ἀλλ' ἀληθῆ ἔλεγε, τελώνην καλῶν τὸν τελώνην, ἀλλ' ὅμως δίκην ἔδωκε. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν τὸ κατηγορεῖν. Οὔτε γὰρ ταύτης χαλεπωτέρα, οὔτε εὐκολωτέρα ἐστὶν ἁμαρτία. Τίνος ἕνεκεν; Ὅτι πάσης παρανομίας ὀξύτερον δρᾶται, καὶ ταχέως συναρπάζει τὸν μὴ προσέχοντα. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι καὶ χρόνου δέονται, καὶ δαπάνης, καὶ μελλήσεως, καὶ συνεργῶν, καὶ πολλάκις ἐν τῇ τοῦ χρόνου διατριβῇ διακόπτονται. Οἷόν τι λέγω· Εἵλετό τις φονεῦσαι, εἵλετό τις ἁρπάσαι καὶ πλεονεκτῆσαι· πολλῆς αὐτῷ δεῖ τῆς πραγματείας, καὶ ἐν τῷ μέλλειν πολλάκις ἐξέλυσε τὸν θυμὸν, ἀπέστη τῆς πονηρᾶς ὁρμῆς, κατέλυσε τὴν διεφθαρμένην γνώμην, οὐ προσέθηκε τὸ ἔργον τῇ βουλῇ· ἐπὶ δὲ τοῦ κακῶς λέγειν οὐχ οὕτως, ἀλλ' ἐὰν μὴ σφόδρα ὦμεν νήφοντες, συναρπαζόμεθα ῥᾳδίως· καὶ οὔτε χρόνου, οὔτε μελλήσεως, οὔτε δαπάνης, οὔτε πραγματείας ἡμῖν δεῖ τινος, ὥστε κακῶς εἰπεῖν· ἀλλ' ἀρκεῖ μόνον ἑλέσθαι, καὶ εὐθέως εἰς ἔργον ἐξῆλθε τὸ βούλημα. Γλῶσσα γάρ ἐστιν ἡ ὑπηρετουμένη μόνον. Ἐπεὶ οὖν καὶ ὀξύῤῥοπον τὸ κακὸν, καὶ εὐπερίστατος ἡ ἁμαρτία, καὶ χαλεπὴ ἡ κόλασις καὶ ἡ τιμωρία, καὶ κέρδος οὐδὲν, οὐ μικρὸν, οὐ μέγα, μετὰ πολλῆς τῆς ἀκριβείας φεύγωμεν τὸ νόσημα, καὶ τὰ ἀλλότρια περιστέλλωμεν κακὰ, καὶ μὴ ἐκπομπεύωμεν· παραινῶμεν τοῖς ἁμαρτάνουσι, καθὼς καὶ ὁ Κύριός φησιν· Ἐὰν ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ὥστε τὸ ἀδημοσίευτον τῶν ἐλέγχων εὐκολωτέραν 56.192 ποιήσει τὴν θεραπείαν. Μὴ δάκνωμεν, μηδὲ κατεσθίωμεν τὰ ἀλλότρια τραύματα· μὴ τὰς μυίας μιμησώμεθα, ἀλλὰ τὰς μελίττας ζηλώσωμεν. Αἱ μυῖαι τοῖς τραύμασιν ἐγκαθέζονται, καὶ δάκνουσιν· αἱ μέλιτται τοῖς ἄνθεσιν ἐφίπτανται. ∆ιὰ τοῦτο αὗται μὲν κηρία πηγνύουσιν, ἐκεῖναι δὲ νοσήματα ἐπάγουσιν, οἷς ἂν ἐπικαθεσθῶσι σώμασι· καὶ αἱ μέν εἰσι βδελυκταὶ, αἱ δὲ ποθειναὶ καὶ ἐπίδοξοι. Καὶ ἡμεῖς τοίνυν τῷ λειμῶνι τῆς ἀρετῆς τῶν ἁγίων ἐπιπτῆναι τὴν ψυχὴν παρασκευάσωμεν, καὶ συνεχῶς τὴν εὐωδίαν τῶν παρ' ἐκείνοις κατορθωμάτων ἀνακινῶμεν, τὰ δὲ τραύματα μὴ δάκνωμεν τῶν πλησίον· ἀλλ' εἰ καί τινας ἴδωμεν τοῦτο ποιοῦντας, ἐπιστομίζωμεν, τὸν φόβον αὐτοῖς τῆς κολάσεως ἐπιτειχίζοντες, τῆς συγγενείας αὐτοὺς ἀναμιμνήσκοντες τῆς πρὸς τοὺς ἀδελφούς. Εἰ δὲ μηδενὶ τούτων εἴκοιεν, μυίας αὐτοὺς καλῶμεν, ἵνα κἂν τὸ ὄνειδος τῆς προσηγορίας ταύτης ἀποστήσῃ τῆς πονηρᾶς μελέτης