1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

8

τοῦ Χριστοῦ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Τοῦτον ὑμῖν παράγω μάρτυρα φανερῶς λέγοντα, ὅτι διὰ τοῦτο συνεσκίασταί τινα τῶν ἐν τῇ Παλαιᾷ, οὐχὶ πάντα. Εἰ γὰρ πάντα ἀσαφῆ ἔμελλεν εἶναι, περιττῶς εἴρητο τοῖς τότε. Αἱ γὰρ προφητεῖαι ἔχουσι καὶ πολέμους προσκαίρους τοὺς τότε, καὶ λοιμοὺς, καὶ λιμούς· ἔχουσι δὲ καὶ τὰ σήμερον ἐκβάντα, τῆς Ἐκκλησίας τὴν κλῆσιν, τῆς συναγωγῆς τὴν ἀποβολὴν, τοῦ νόμου τὴν κατάργησιν. Ταῦτα δὲ οὐκ ἐβούλετο αὐτοὺς εἰδέναι· ἐκεῖνα δὲ ἤθελε τὰ ἐν τοῖς καιροῖς συμβαίνοντα τοῖς αὐτῶν. Καὶ τοῦτο αὐτὸ ἀποδεῖξαι πειράσομαι· ὅτι ταῦτα μόνα ἀσαφῆ ἐποίησε γενέσθαι, τὰ περὶ ἡμῶν καὶ τῆς συναγωγῆς, τὰ νῦν ἐκβάντα, καὶ τὴν τοῦ νόμου κατάργησιν· τοῦτο δὲ αὐτοὺς οὐκ ἔδει εἰδέναι ἐκ τότε. Εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθον, ὅτι πρόσκαιρος ὁ νόμος, πάντως ἂν αὐτοῦ κατεφρόνησαν· διὰ τοῦτο αὐτὸν συνεσκίασε μόνον. Ὅτι γὰρ οὐ πᾶσα προφητεία ἀσαφὴς ἦν, ἀλλὰ τοῦτο μόνον περιέσταλτο τὸ μέρος, ἄκουσον τοῦ Παύλου σαφῶς ἀμφότερα ταῦτα ἡμῖν ἐνδεικνυμένου, καὶ ὅτι συνεσκίαστο ὁ νόμος, καὶ ὅτι κατὰ τοῦτο μόνον τὸ μέρος. Κορινθίοις γὰρ ἐπιστέλλων, οὕτω πώς φησιν· Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου, ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ σήμερον κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον, τῆς ἱστορίας αὐτῆς ὑμᾶς ἀναμνήσας. Ἐπειδὴ γὰρ λαβὼν τὰς πλάκας ἐν τῷ ὄρει ἔμελλε καταβαίνειν ὁ Μωϋσῆς, δόξα 56.174 τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξέλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι. Ἵνα οὖν μὴ διὰ παντὸς ἀπρόσιτος ᾖ τῷ δήμῳ, κάλυμμα ἐπὶ τῆς ὄψεως ἐπιτιθεὶς, παρεῖχε μετὰ ἀδείας τοῖς Ἰουδαίοις αὐτῷ συγγίνεσθαι. Καὶ τῷ δήμῳ μὲν ὁμιλῶν εἶχε τὸ κάλυμμα, πρὸς δὲ τὸν Θεὸν ἐπιστρέφων ἀπετίθει τοῦτο πάλιν. Τοῦτο δὲ συνέβαινεν, ὁμοῦ μὲν ἵνα ἀξιόπιστος ὁ νομοθέτης φαίνηται τοῖς μέλλουσι τὸν δι' αὐτοῦ κομιζόμενον δέχεσθαι νόμον, ὁμοῦ δὲ ἵνα καὶ ὁ τῆς ἀληθείας ἐν αὐτῷ προδιαγραφῇ τύπος, καὶ διαγραφῇ τῆς κατὰ Χριστὸν οἰκονομίας ἄνωθεν ἡ αἰτία. Ἐπειδὴ γὰρ ἔμελλόν τινες λέγειν. Τίνος ἕνεκεν οὐ γυμνῇ τῇ θεότητι παρεγένετο ὁ Χριστὸς, ἀλλὰ σάρκα περιεβάλ[λ]ετο; ἄνωθεν διὰ τῆς ὄψεως τοῦ δούλου πᾶσι τούτοις ἀπελογήσατο. Εἰ γὰρ τὴν τοῦ δούλου δόξαν οὐκ ἤνεγκαν ἰδεῖν τὴν ἐπιγενομένην ὕστερον Ἰουδαῖοι, πῶς ἂν γυμνὴν τὴν θεότητα μετὰ ταῦτα ἰδεῖν ὑπέμειναν; ζʹ. Οὐ τοῦτο δὲ μόνον τὸ κάλυμμα ἡμῖν ἐνδείκνυται ἐκεῖνο, ἀλλ' ὅτι καὶ ταῦτα πάσχουσιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ νόμου, ἅπερ ἔπασχον ἐπὶ τῆς ὄψεως Μωϋσέως τότε. Καθάπερ γὰρ οὐχ ἑώρων τῆς ὄψεως τοῦ νομοθέτου τὴν δόξαν, τοῦ παραπετάσματος ἐκείνου παρεμβεβλημένου μέσον, οὕτως οὐδὲ τὴν νόμου δόξαν δύνανται νῦν κατιδεῖν. Τοῦτο δὲ καὶ πρὸς αἱρετικοὺς ἀναγκαῖον ἡμῖν. Καὶ γὰρ νομίσαντες κατηγορίαν εἶναι τοῦ νόμου τὰ εἰρημένα, κατεδέξαντο τῆς Ἐπιστολῆς τὸ χωρίον τοῦτο· καὶ ἐπειδὴ ἤκουσαν, ὅτι κάλυμμα ἔχει ὁ νόμος, καὶ ὅτι καταργεῖται, νομίσαντες εἶναι διαβολὴν, ἀφῆκαν τὰ γράμματα, ἵνα τοῖς οἰκείοις ἁλῶσιν ἐπιχειρήμασιν. Αὐτὸ γὰρ τοῦτο δείκνυσι μέγαν ὄντα τὸν νόμον. Ὥσπερ γὰρ τότε οὐκ ἦν κατηγορία Μωϋσέως τὸ κάλυμμα ἔχειν ἐπὶ τῆς ὄψεως, ἀλλ' ἀσθένεια τῶν Ἰουδαίων, Μωϋσέως δὲ καὶ ἐγκώμιον μέγιστον ἦν, ὅτι τοιαύτην εἶχεν ἐπὶ τῆς ὄψεως δόξαν, ὡς καὶ παραπετάσματος δεηθῆναι πρὸς τοὺς ὁμοδούλους· οὕτω καὶ ἐπὶ τοῦ νόμου συνέβη. Εἰ γὰρ μὴ δόξαν εἶχεν ἀπρόσιτον ὁ νόμος, οὐκ ἂν ἐδεήθη καλύμματος. Ὅταν οὖν λέγῃ, ὅτι Κάλυμμα ἐπὶ τῆς ἀναγνώσεως τῆς