1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

9

Παλαιᾶς ∆ιαθήκης μένει, τὴν ἀσάφειαν αὐτοῦ φησιν· ὅταν δὲ λέγῃ, Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται, τὸ μέρος, ὅπερ ἐστὶν ἀσαφὲς, ὁ νόμος ἡμῖν ἐπέδειξεν. Οὐ γὰρ ἐκεῖνο ἀσαφὲς ἦν τοῦ νόμου τὸ μέρος, ὅπερ εἰς βίον ἡμῖν συνετέλει καὶ πολιτείαν· ἐπεὶ περιττῶς ἂν ἐδόθη· ἀλλ' ἐκεῖνα μόνα συνεσκίαστο τὰ μέρη, δι' ὧν ἐδυνάμεθα μαθεῖν, ὅτι διὰ τοῦ Χριστοῦ καταργεῖται. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἔργον, τὸ τὸν νόμον αὐτὸν εἰσαγαγεῖν λέγοντα περὶ αὐτοῦ, ὅτι Χριστὸς ἐλθὼν αὐτὸν καταργήσει, καὶ ὅτι ἐν αὐτῷ παυθήσεται. Αὐτὸ οὖν τοῦτο τὸ μέρος τοῦ νόμου τὸ λέγον, ὅτι ἐν Χριστῷ καταργεῖται ὁ νόμος, τοῦτο ἀσαφὲς μόνον ἦν. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ μέγας Παῦλος, ἐπήγαγε· Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι Κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης 56.175 μένει, ὅλην αὐτὴν ἀσαφῆ καὶ συνεσκιασμένην εἶναι νομίσῃς, τῇ ἐπαγωγῇ ταύτην διώρθωσε τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει, ἐπήγαγε, Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Τοῦτο αὐτὸ, φησὶν, οὐκ ἀνεκαλύφθη, ὅτι μέλλει ἐν Χριστῷ καταργεῖσθαι· οὐκ ἀνεκαλύφθη δὲ τοῖς μὴ προσελθοῦσι τῇ πίστει· ὡς ὅ γε προσελθὼν, καὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσας, οὐκέτι μετὰ παραπετάσματος βλέπει τὸν νόμον, ἀλλὰ γυμνὴν αὐτοῦ καθορᾷ τὴν δόξαν. ∆όξα δὲ νόμου, τὸ δυνηθῆναι διδάξαι, ὅτι ἐν Χριστῷ καταργεῖται, ἵνα καὶ τοῦτο μάθῃς. Εἶδες τοῦ νόμου τὴν δόξαν; ∆όξα δέ ἐστιν ἀληθὴς ἐκείνου, ὅταν σε πρὸς τὸν Χριστὸν παιδαγωγῆσαι δυνηθῇ· παιδαγωγεῖ δὲ, ἐπειδὰν δείξῃ αὐτὸν καταργούμενον. Ὥστε καὶ ἐντεῦθεν καιρία τοῖς αἱρετικοῖς ἡ πληγὴ γέγονεν. Εἰ γὰρ ἐναντίος ἦν ὁ νόμος καὶ πολέμιος τοῦ Χριστοῦ, καὶ μὴ παρ' ἐκείνου δοθεὶς, οὐκ ἔδει Παῦλον δόξαν αὐτοῦ καλέσαι, τῷ δυνηθῆναι παιδεῦσαι τοὺς προσιόντας αὐτῷ, ὅτι διὰ Χριστοῦ καταρκεῖται. Εἰ πονηρὸς ἦν ὁ νόμος πάλιν, οὐκ ἔδει τὸ κάλυμμα αὐτοῦ ἀφαιρεθῆναι, ἀλλὰ μένειν αὐτὸν καὶ μετὰ τὴν χάριν συνεσκιασμένον. Εἰ δὲ τοῦτο τῆς χάριτος ἔργον, τὸ διορατικωτέρους ποιεῖν τοὺς προσιόντας πρὸς τὴν τοῦ νόμου κατάληψιν, ὥστε ἐκεῖθεν τὰς ἀρχὰς καὶ τὰς ἀφορμὰς πάσας λαμβάνειν τῆς πρὸς τὸν Χριστὸν πίστεως· τί μεῖζον τούτου τεκμήριον τῆς τοῦ νόμου συγγενείας τῆς πρὸς τὴν χάριν εἴποι τις ἂν, ἀλλ' ἢ ὅταν μὲν Χριστὸς ἀνοίγῃ τοὺς ὀφθαλμοὺς τῶν αὐτῷ προσιόντων, ὥστε δυνηθῆναι κατιδεῖν τοῦ νόμου τὴν ἀγωγὴν, ἐκείνη δὲ φανεῖσα καὶ γενομένη δήλη, παραπέμψαι μετὰ πολλῆς τῆς εὐκολίας δυνήσεται τοὺς συνιέντας τὰ Χριστοῦ; Ταῦτα γὰρ οὔτε τὸν Χριστὸν τῷ νόμῳ μαχόμενον δείκνυσιν, οὔτε τὸν νόμον πολεμοῦντα τῷ Ἰησοῦ, ἀλλὰ τοὐναντίον ἅπαν, τὸν μὲν προοδοποιοῦντα τῇ μεγάλῃ ταύτῃ φιλοσοφίᾳ, τὸν δὲ ἐκεῖθεν αὐτοὺς παραλαμβάνοντα καὶ πρὸς ἄκραν ἄγοντα κορυφήν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ, τῷ κατὰ τὸν προσήκοντα καιρὸν ἕκαστα οἰκονομοῦντι, καὶ πολυτρόπως τὴν ἡμετέραν πραγματευομένῳ σωτηρίαν, καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ τῆς τοσαύτης προνοίας ἀξίαν κατὰ δύναμιν ἐπιδειξώμεθα πολιτείαν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι εἰς τὴν ἀσάφειαν τῆς Παλαιᾶς ∆ιαθήκης, καὶ εἰς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ περὶ τοῦ μὴ κατηγορεῖν ἀλλήλων.

αʹ. Χαίρει μὲν βουκόλος, ἐπειδὰν εὐπαθοῦσαν αὐτῷ καὶ σφριγῶσαν ἴδῃ τῶν