4
ἂν ὁ τεχνίτης ἄγῃ, μὴ ἀντιτείνοντα, μηδὲ περιεργαζόμενον. ∆ιὸ καὶ τῆς φύσεως ἡμᾶς ἀναμιμνῄσκει τῆς ἡμετέρας, καὶ πηλοῦ μέμνηται καὶ κεραμέως. Καίτοι γε κεραμέως καὶ πηλοῦ ἡ αὐτὴ οὐσία. 2.17 Εἰ δὲ ἔνθα ἡ αὐτὴ οὐσία, τοσαύτη ἡ ὑπακοή· ἔνθα ἄπειρον τὸ μέσον καὶ οὐσίας καὶ γνώσεως καὶ τῶν ἄλλων ἁπάντων, ποίας τεύξεται συγγνώμης ὁ οὕτως ἰταμὸς καὶ ἀναιδὴς ὥστε πολυπραγμονεῖν τὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ; Ἐννόησον, ὦ ἄνθρωπε, τίς εἶ· τοῦτο γὰρ δηλοῖ δι' ὧν λέγει· «Σὺ τίς εἶ;» Οὐχὶ πηλός; οὐχὶ τέφρα καὶ σποδός; οὐχὶ κόνις; οὐ καπνός; οὐ χόρτος; οὐκ ἄνθος χόρτου; 2.18 Ταύτας γὰρ πάσας τὰς εἰκόνας εἰς μέσον οἱ προφῆται συνεχῶς φέρουσι, τὴν εὐτέλειαν ἡμῶν τῆς φύσεως παραστῆσαι φιλονεικοῦντες. Ὁ δὲ πολυπραγμονούμενος ὑπὸ σοῦ, ἀνώλεθρος, ἀναλλοίωτος, ἀεὶ ὢν καὶ ὡσαύτως ὤν, ἄναρχος, ἀτελεύτητος, ἀπερινόητος, ὑπερβαίνων νοῦν, νικῶν λογισμόν, ἀνέκφραστος, ἄρρητος, ἀκατάληπτος οὐκ ἐμοὶ καὶ σοὶ μόνον καὶ προφήταις καὶ ἀποστόλοις, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι, ταῖς καθαραῖς, ταῖς ἀοράτοις, ταῖς ἀσωμάτοις, ταῖς διηνεκῶς ἐν οὐρανῷ διατριβούσαις.
3.t Κεφ. γʹ. Ὅτι οὐχ ἡμῖν μόνον ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσιν
ἀκατάληπτον τὸ θεῖον
3.1 Ὅταν οὖν ἴδῃς τὰ σεραφεὶμ τὰ περιιπτάμενα τὸν θρόνον τὸν ὑψηλὸν ἐκεῖνον καὶ ἐπηρμένον, τῇ προβολῇ τῶν πτερύγων ἀποτειχίζοντα τὰς ἑαυτῶν ὄψεις καὶ τοὺς πόδας καλύπτοντα καὶ νῶτα καὶ πρόσωπα καὶ κραυγὴν ἀφιέντα ἐκπλήξεως γέμουσαν, μὴ πτερὰ νόμιζε καὶ πόδας καὶ πτέρυγας αὐτοῖς εἶναι· 3.2 ἀόρατοι γὰρ αἱ δυνάμεις ἐκεῖναι· ἀλλὰ διὰ τῶν εἰκόνων τούτων τὸ ἀπρόσιτον, τὸ ἀκατάληπτον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου λογίζου. Καὶ γὰρ καὶ ἐκείναις ἀκατάληπτος καὶ ἀπρόσιτός ἐστι, καίτοι συγκαταβαίνων· οὐδὲ γὰρ ὅπερ ἦν ἐφαίνετο τότε. Θεὸς γὰρ οὐ κάθηται, οὐδὲ θρόνῳ περιέχεται, οὐδὲ τόπῳ περιείληπται. 3.3 Εἰ δὲ καθήμενον καὶ ἐπὶ θρόνου ἱδρυμένον καὶ κυκλούμενον ὑπ' αὐτῶν-ἅπερ ἐστὶν ἅπαντα συγκαταβαίνοντος, οὐ καθημένου-οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ μὴ φέρουσαι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπήν, τῇ προβολῇ τῶν πτερύγων τὰς ὄψεις ἀπετείχιζον καὶ μόνον ἐδοξολόγουν, μόνον ὕμνουν μετὰ πολλῆς τῆς φρίκης τὸ μυστικὸν ἐκεῖνο τοῦ ἁγιασμοῦ ἀναφέρουσαι μέλος· 3.4 Οὐκ ἀπελθὼν κατορύξεις σεαυτὸν καὶ καταδύσεις, τῆς ἀρρήτου καὶ ἀφράστου καὶ ταῖς ἄνω δυνάμεσιν ἀκαταλήπτου Θεοῦ δυνάμεως τὴν πρόνοιαν μετὰ τοσαύτης περιεργάζεσθαι βουλόμενος τῆς ἰταμότητος; 3.5 Τὰ γὰρ ἐκείνου Υἱῷ καὶ Πνεύματι ἁγίῳ δῆλα μόνον ἅπαντα μετ' ἀκριβείας, ἑτέρῳ δὲ οὐδενί· καὶ τούτων τὸ μὲν Ἰωάννης ὁ εὐαγγελιστής, τὸ δὲ Παῦλος ὁ ἀπόστολος παρεδήλωσεν. Ὁ μὲν οὖν τῆς βροντῆς υἱὸς καὶ σφόδρα ἐπέραστος ὢν τῷ Χριστῷ καὶ τοῦτο παράσημον ἔχων, ὅπερ ἦν μεγίστης ἀρετῆς ἀπόδειξις καὶ τοσαύτης ἀπολαύων παρρησίας ὡς καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ κατακλίνεσθαι, οὕτω φησί· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», ὅρασιν τὴν γνῶσιν λέγων· 3.6 «Ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.» Τοῦτο καὶ ὁ Χριστὸς δηλοποιῶν δι' ἑαυτοῦ πάλαι τῷ δήμῳ τῶν Ἑβραίων διαλεγόμενός φησιν· «Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.» 3.7 Τὸ δὲ σκεῦος τῆς ἐκλογῆς εἰς τὸν τῆς οἰκονομίας αὐτοῦ λόγον ἐμπεσὼν καὶ τὰ ἀπόρρητα, ἅπερ ἔμαθεν, ἅπαντα βουλόμενος εἰπεῖν, πῶς αὐτὰ ἔγνω, οὕτω λέγει· «Λαλοῦμεν δὲ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνω. 3.8 Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλά, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν