1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

4

τῇ ἀσαφείᾳ τῶν λεγομένων τοῖς λέγουσι παρασκευάζοντες ἀσφάλειαν. Καὶ πόθεν δῆλον τοῦτο; ∆εῖ γὰρ καὶ εὐθύνας ἡμᾶς ἀπαιτεῖσθαι, εἰ καὶ ἐν φίλοις λέγομεν· καὶ γὰρ πολλοὶ ἴσως καὶ τῶν οὐ φίλων πάρεισι. Μανθανέτωσαν τοίνυν ταῦτα κἀκεῖνοι, ἵνα καὶ αὐτοὶ φίλοι γένωνται. Εἶπον, ὅτι εἰ ἤκουσαν οἱ Ἰουδαῖοι τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι κακὰ, καὶ ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται διὰ τὸν Χριστὸν τὴν ἅλωσιν ταύτην τὴν ἀθάνατον, καὶ οὐκ ἔχουσαν μεταβολὴν, εἰ ἤκουσαν φανερῶς παρὰ τῶν προφητῶν ταῦτα, εὐθέως ἂν τοὺς ταῦτα λέγοντας ἀπέκτειναν. Πόθεν οὖν τοῦτο δῆλον; Πρῶτον μὲν ἀπὸ τῶν τρόπων αὐτῶν· μανικοὶ γὰρ καὶ θηριώδεις ἦσαν. ∆ῆμός ἐστιν αἱμάτων ἀεὶ διψῶν προφητικῶν, αἱ χεῖρες αὐτῶν ἐμελέτησαν ἐν ταῖς σφαγαῖς τῶν ἁγίων. Ταῦτα ὁ μέγας Ἡλίας αὐτῶν καταβοᾷ λέγων· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν. Ὁ Χριστὸς πάλιν, Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Καὶ ὁ Ἡσαΐας συνῳδὰ τούτοις αὐτῶν κατηγορῶν, ἐβόα· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ πάλιν ὁ Χριστός· Οἱ πατέρες ὑμῶν ἀπέκτειναν τοὺς προφήτας, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν· πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ὁρᾷς πῶς καὶ ὁ ∆εσπότης καὶ οἱ δοῦλοι μιαιφονίαν αὐτῶν μαρτυροῦσι; Τί δέ ἐστι· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν; Ἀποκτείνατε, φησὶ, κἀμέ· πρόσθετε τοῖς δουλικοῖς αἵμασι τὴν δεσποτικὴν σφαγήν. Εἰ γὰρ μυρίους ἔσφαξαν ἀνθρώπους, ἀλλὰ συνδούλους πάντας· ὅτε δὲ κατὰ τοῦ ∆εσπότου τὰς χεῖρας ἐξέτειναν, τότε ἐπληρώθη τὸ μέτρον· καὶ εἰκότως. Ἕως μὲν γὰρ οὐκ ἀπέκτειναν τὸν ∆εσπότην, εἶχον ἐλπίδα σωτηρίας, καὶ προσεδόκων ὅτι ὁ ἀμνὸς τοῦ Θεοῦ ἐλθὼν ἀρεῖ τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐπειδὴ δὲ τὸν ἰατρὸν διεχειρίσαντο, καὶ εἰς αὐτὸ τὸ ἱλαστήριον ὕβρισαν, καὶ τὸν ἐλθόντα ἀφεῖναι τὰ ἁμαρτήματα ἀπεστράφησαν, πάσης λοιπὸν ἐλπίδος ἐξέπεσον. ∆ιὰ τοῦτο λέγει· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν μιαιφόνοι καὶ ἐναγεῖς, ἀποδέδεικται ἐκ πολλῶν μαρτυριῶν· πόθεν δὲ δῆλον, ὅτι τῶν προφητῶν οὐκ ἂν ἐφείσαντο, εἰ ἤκουσαν ὅτι τὰ Ἱεροσόλυμα κατα56.169 στραφήσεται, ὅτι ὁ νόμος παυθήσεται, ὅτι ἡ Παλαιὰ ἀλλαγήσεται; Μάλιστα μὲν καὶ ἐκ τῶν εἰρημένων δῆλον· πλὴν ἀλλ' ἐξ αὐτῶν τῶν Γραφῶν πάλιν ποιήσομαι τὴν ἀπόδειξιν σαφεστέραν. Εἰ γάρ ποτε ἤκουσαν προφήτου λέγοντος, ὅτι τὰ Ἱεροσόλυμα καταστραφήσεται καταστροφὴν πρόσκαιρον, δέον αὐτοὺς μεταβάλλεσθαι καὶ ἀποκρούεσθαι τοῦ Θεοῦ τὴν ὀργὴν, εἰς τὸν προφήτην ἠφίεσαν τὸν θυμόν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτῶν ἀκούσατε τῶν ἱστοριῶν. Ἐπολιόρκουν τὴν πόλιν αὐτῶν οἱ Πέρσαι ποτὲ, καὶ βαρβαρικὸν στρατόπεδον ἔξω περιεκάθητο· καὶ τὰ τῶν κινδύνων οὐκ ἦν ἄδηλα, ἀλλ' ἐν μέσῃ παγίδι ἡ πόλις ἦν τότε Ἱερουσαλὴμ, ὡπλισμένων ἁπάντων καὶ περιεστώτων ἔξωθεν· ἀλλ' ὅμως οὕτω φανερῶν ὄντων τῶν δεινῶν, ἐπειδὴ Ἱερεμίας ἐλθὼν εἶπε πρὸς αὐτοὺς, ὅτι ἡ πόλις παραδοθήσεται εἰς χεῖρας Χαλδαίων· καίτοι τοῦτο οὐδὲ προφητεία ἦν· οἱ γὰρ ὀφθαλμοὶ αὐτῶν ἑώρων τὰ συμβησόμενα· ἀλλ' ὅμως ἐπειδὴ τὰ φανερὰ καὶ πρὸ τῶν ὀφθαλμῶν εἶπεν, οἱ μιαροὶ καὶ ἀναίσθητοι καὶ περὶ τοὺς εὐεργέτας ἀγνώμονες οὕτως ἐμάνησαν, ὡς προδότην αὐτὸν καὶ λυμεῶνα τῆς πόλεως νομίσαι, καὶ εἰπεῖν, ὅτι Ἐκλύει τὰς χεῖρας τοῦ λαοῦ τούτου. Καὶ μὴν ἐστερέου, καὶ μὴν διήγειρε τὴν προθυμίαν αὐτῶν, καὶ πρὸς Θεὸν ἦγε, τὸ ἀῤῥαγὲς καὶ ἀκαταμάχητον αὐτοῖς περιτιθεὶς τεῖχος· ἀλλ' οὐδὲν τούτων ἐννοήσαντες ἐκεῖνοι, ἐκέλευον αὐτὸν ἀναιρεῖσθαι. Τοιαύτας γὰρ τοῖς εὐεργέταις ἀεὶ τὰς ἀμοιβὰς ἀπεδίδοσαν, καὶ τοῦ βασιλέως συγγνόντος, οὐδὲ οὕτως ἐνέδωκαν, ἀλλ' ἐπειδὴ ἀνελεῖν οὐκ ἴσχυσαν. εἰς τὸν τοῦ βορβόρου λάκκον ἐνέβαλον. δʹ. Εἰ δὲ προσκαίρου αἰχμαλωσίας ἀκοὴν οὐκ ἤνεγκαν, πῶς τὴν πρόῤῥησιν τῆς