1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

4

οὕτως ἡ τοῦ δούλου μορφὴ, οὐ τὸ ὁρώμενον τοῦτο μόνον, ἀλλὰ πᾶσαν τοῦ ἀνθρώπου δηλοῖ τὴν οὐσίαν. Θʹ. Ἔλεγχος τῆς τῶν αἱρετικῶν ἀσεβείας. Τινὲς δὲ τῶν τἀναντία φρονούντων τῆς εὐσεβείας, ἐπειδὴ τοῖς ἀποστολικοῖς ῥητοῖς πειρῶνται κατα τοξεύειν ἀληθείας τὰ δόγματα, Ἄρειος μὲν καὶ Εὐ νόμιος ἄψυχον ἄνθρωπον ἀνειλῆφθαι παρὰ τοῦ Θεοῦ Λόγου διαβεβαιούμενοι, Ἀπολινάριος δὲ ἔμψυχον, νοῦ δὲ ἐστερημένον, οὐκ οἶδ' ὅ τι νοῶν τὴν ἀνθρω πείαν ψυχήν· Μαρκίων δὲ καὶ Μάνης, καὶ ἡ λοιπὴ τῆς ἀσεβείας ἐκείνη συμμορία, τὸ τῆς οἰκονομίας ἄπαν ὁμοῦ ἀρνεῖται μυστήριον. Καὶ τὴν μὲν ἄῤῥη τον τῆς ἁγίας Παρθένου σύλληψίν τε καὶ κύησιν, μῦθον εἶναι καὶ πλάσμα νομίζουσι· φαντασίᾳ δὲ σώματος τὴν θεότητα συγκαλυφθῆναι διαγορεύουσι, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ἀνθρώποις ἄνθρωπον ἀνα φανῆναι. Ἀναγκαῖον τῶν ἀποστολικῶν ῥητῶν σαφῆ τῆς διανοίας παραστῆσαι τοῖς εὐσεβέσιν, «ὃς ἐν μορφῇ Θεοῦ, φησὶν, ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγή σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Ταῦτα τῶν προειρημένων αἱρετικῶν ἕκαστος οἰκειούμενος, τῶν βδελυρῶν δογμάτων κατασκευάζει τὸ ψεῦδος. Ἄρειος μὲν καὶ Εὐνόμιος καὶ Ἀπολινάριος καὶ οἱ κατὰ τούτους, τὴν τοῦ δούλου μορφὴν καὶ τὸ σχῆμα καὶ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, τὸ φαινόμενον τῆς ἡμε τέρας φύσεως σημαίνειν διαγορεύοντες· οἱ δὲ τῆς μυσαρωτέρας φάλαγγος, τὸ σχῆμα καὶ τὸ ὁμοίωμα εἰς σκιάν τινα καὶ εἰκόνα καὶ φαντασίαν σώματι ἐοικυῖαν λαμβάνοντες. Ιʹ. Ἑρμηνεία τοῦ, «ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Φρενοβλάβειαν δὲ τὴν ἀμφοτέρων παραυτίκα ἡμεῖς διελέγξομεν· μορφὴν γὰρ δούλου τὴν οὐσίαν, ὡς ἀπεδείξαμεν, προσαγορεύει τοῦ δούλου· εἰ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ τὴν οὐσίαν δηλοῖ τοῦ Θεοῦ, εὔδηλον ὡς καὶ ἡ τοῦ δούλου τῆς οὐσίας ἐστὶ τοῦ δούλου ση μαντική· τὸ δὲ, «ἐν ὁμοιώματι τοῦ ἀνθρώπου γενόμε νος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» οὐχ ὡς τῆς φύσεως ὀνόματα τέθεικεν ὁ Ἀπόστολος, ἀλλὰ τῆς ἐνεργείας· ἐπειδὴ γὰρ ὁ ∆εσπότης Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, τὴν ἡμετέραν οὐ κατεδέξατο πονηρίαν, ἀλλ' ἁπάσης ἐλεύθερος, ὡς ὁ προφήτης βοᾷ, ὅτι «ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» καὶ ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης συμμαρτυρεῖ λέγων· «Ἴδε ὁ ἀμνὸς ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν·» ὁ μακάριος Παῦ λος ἐν ὁμοιώματι ἀνθρώπου αὐτὸν ἀναγκαίως ἔφη 75.1429 γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, τῆς πονηρᾶς ἐνεργείας τῶν ἀνθρώπων ἀπηλλαγμένον. ∆ιὸ καὶ ἑτέρωθι ἔλεγε· «Τὸ γὰρ ἀδύνατον τοῦ νό μου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὁρᾶτε πῶς διὰ τούτων ἐκείνων λύει τὴν ἀσά φειαν. «Ὁ Θεὸς, φησὶ, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας·» οὐχ ἁπλῶς εἶπεν, ἐν ὁμοιώματι σαρκὸς, διαλύων τῶν ἀσεβῶν δογμάτων τὴν βλασφημίαν· προγινώσκει γὰρ ἅπαντα ἡ χάρις τοῦ Πνεύματος· ἀλλ', «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,» ἵνα μάθωμεν ὡς τὸ «ὁμοίωμα,» διὰ τὸ πάσης ἁμαρ τίας ἀπηλλάχθαι τὸν ἡμέτερον Σωτῆρα, τέθεικεν· ἄνθρωπος γὰρ γενόμενος τὴν φύσιν, κατὰ τὴν ἁμαρτίαν γέγονεν ἄνθρωπος· διὸ ἐν ὁμοιώματι σαρ κὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἀνθρωπείαν μὲν φύσιν ἀναλαβὼν, τῆς δὲ τυραννού σης ἐν τοῖς ἀνθρώποις ἁμαρτίας τὸν ζυγὸν μὴ δεξά μενος, ἀλλὰ πᾶσαν ταύτης ἀποῤῥίψας τὴν δεσπο τείαν, καὶ δείξας, ὡς δυνατὸν ἐν ἀνθρωπείᾳ φύσει τῶν τῆς