5
τύπῳ εἰπεῖν, δεξιώσασθαι τὸν Τουτάχ· καί φησι «φίλοι μὲν ἄμφω ἀλλήλοις ὅ τε σὸς σουλτάνος καὶ ἐμὸς βασιλεύς. Ὁ δὲ βάρβαρος οὗτος Οὐρσέλιος καὶ πρὸς ἄμφω ἀνταίρει τὰς χεῖρας καὶ ἐχθρὸς καὶ ἀμφοτέροις καθίσταται φοβερώτατος ἐκείνου μὲν κατατρέχων καὶ ἀεί τι τῆς μερίδος Ῥωμαίων κατὰ μικρὸν ὑποσπώμενος, ἀποστερίσκων δὲ τῇ Περσίδι ἅπερ ἂν καὶ ἐξῆν κἀκείνῃ περιγενέσθαι. Τέχνῃ δὲ τὸ ἅπαν μετέρχεται νῦν μὲν ἐμὲ παρασκιάζων διὰ τῆς σῆς δυνάμεως, αὖθις δὲ τοῦ καιροῦ τούτῳ συμπνεύσαντος ἀφέ μενος ἐμοῦ ὡς ἤδη ἐν ἀκινδύνῳ καθεστηκὼς πάλιν ἐξ ὑποστροφῆς κατὰ σοῦ ἀρεῖται τὰς χεῖρας. Ἀλλ' εἴ τι ἐμοὶ πείθῃ, ἐπειδὰν καὶ αὖθις ἐλεύσεται πρὸς ὑμᾶς, χρημάτων πολλῶν κρατῆσαι τὸν Οὐρσέλιον καὶ πρὸς ἡμᾶς ἐξαποστεῖ λαι δεσμώτην. Τρία γὰρ ἐντεῦθέν» φησι «κερδανεῖς, ἓν μὲν χρημάτων πλῆθος ὅσον καὶ οἷον οὐδείς πω πρότερον, ἕτερον δὲ τὴν εὔνοιαν τοῦ αὐτοκράτορος συνεπισπάσῃ, ἀφ' οὗπερ εἰς ἄκρον εὐδαιμονίας φθάσεις ἐληλυθώς, τρίτον δὲ ὅτι καὶ ὁ σουλτάνος τὰ μεγάλα ἡσθήσεται ἐχθροῦ τηλικούτου ἐκπο δὼν γεγονότος καὶ τὰς χεῖρας ἀσκοῦντος καθ' ἑκατέρων κατά τε Ῥωμαίων καὶ Τούρκων». 1.2.3 Ταῦτα διαπρεσβευ σάμενος πρὸς τὸν ἄνωθεν εἰρημένον Τουτὰχ ὁ ἐμὸς πατὴρ καὶ τῆς Ῥωμαϊκῆς στρατιᾶς ἀρχηγὸς κατ' ἐκεῖνο καιροῦ καὶ ἅμα καὶ ὁμήρους πέμψας τῶν ἐνδοξοτάτων τινὰς ἐπὶ συγκειμένῳ χρόνῳ καὶ χρημάτων ποσότητι πείθει τοὺς ἀμφὶ τὸν Τουτὰχ βαρβάρους κατασχεῖν τὸν Οὐρσέλιον. Καὶ τούτου ταχὺ γεγονότος ἀποστέλλεται εἰς Ἀμάσειαν τῷ στρατοπεδάρχῃ. 1.2.4 Ἀλλ' ἐντεῦθεν ἐχρονοτρίβει τὰ χρή ματα· αὐτὸς μὲν γὰρ οὐκ εἶχεν ὁπόθεν ἀποπληρώσειε, τὰ δ' ἐκ βασιλέως ἠμέλητο· καὶ οὐχ ὅτι βραδεῖ ποδὶ κατὰ τὴν τραγῳδίαν ἔστιχεν, ἀλλ' οὐδαμοῦ κατεφαίνετο. Οἱ μὲν γὰρ ἀμφὶ τὸν Τουτὰχ ἐνέκειντο τὸν τῶν χρημάτων ἀπαιτοῦν τες ὄγκον ἢ τὸν ἐωνημένον ἐξόπισθεν λαμβάνειν καὶ παλιν δρομεῖν ἐᾶν τοῦτον ὅθεν κατείληπτο· ὁ δὲ οὐκ εἶχεν ὅθεν ἀποδοίη τὴν τοῦ ἐωνημένου τιμήν. Τοῖς ὅλοις οὖν δι' ὅλης νυκτὸς ἐξαπορούμενος ἐρανίσασθαι παρὰ τῶν οἰκητόρων Ἀμασείας ἐλογίσατο τὴν τιμήν. 1.2.5 Καὶ αὐγαζούσης ἡμέρας, κἂν ἀργαλέον ἐδόκει, ἀλλ' ὅμως συνεκαλεῖτο ἅπαν τάς τε καὶ μᾶλλον τοὺς τὰ πρῶτα φέροντας καὶ χρημάτων εὐποροῦντας. Πρὸς οὓς μᾶλλον θεασάμενος ἔφη «ἴστε πάντες, ὅπως ὁ βάρβαρος οὑτοσὶ τὰς τοῦ Ἀρμενιακοῦ διέ θετο πόλεις ἁπάσας ὅσας τε κωμοπόλεις ἐπόρθησε καὶ ὁπό σους κακῶς διέθετο συμφοραῖς ἀφορήτοις ὑποβαλὼν ὁπόσα τε χρήματα ἀφ' ὑμῶν ἐκομίσατο. Ἀλλὰ καιρὸς ἤδη πάρεστι τῶν ἐξ αὐτοῦ ὑμᾶς ἀπαλλάττειν κακώσεων, εἰ βούλεσθε. ∆εῖ τοιγαροῦν μὴ προέσθαι τοῦτον. Ὁρᾶτε γὰρ ὡς δεσμώτης ἡμῖν ὁ βάρβαρος νεύσει πάντως Θεοῦ καὶ ἡμετέρᾳ σπουδῇ. Ὁ δὲ τοῦτον ζωγρήσας Τουτὰχ ἐξ ἡμῶν αἰτεῖ τὴν τιμήν. Ἡμεῖς δ' ἀποροῦμεν παντάπασιν ἐπ' ἀλλοδαπῆς τε ὄντες καὶ συχνὸν ἤδη χρόνον μετὰ τῶν βαρβάρων μαχόμενοι καὶ τὰ προσόντα δεδαπανηκότες. Εἰ μὴ γοῦν πόρρω ὁ βασιλεὺς ἦν καὶ καιρὸν ἀναμονῆς ἐδίδου ὁ βάρβαρος, ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς. Ἐπεὶ δ', ὡς ἴστε καὶ αὐτοί, οὐδὲν τούτων ἔξεστι πράττειν, δέον ὑμᾶς συνεισε νεγκεῖν τὴν τιμήν, καὶ λήψεσθε πάντα δι' ἡμῶν ἐκ βασι λέως ὁπόσα παράσχοιτε» 1.2.6 Εἶπε ταῦτα καὶ ἐξεκρούσθη παραυτίκα καὶ θόρυβον ἀνῆψε σφοδρότατον τῶν Ἀμασεια νῶν εἰς ἀποστασίαν κεκινημένων. Ἦσαν γὰρ οἳ τούτους εἰς θόρυβον ἠρέθιζον ἄνδρες κακουργότατοί τινες καὶ ῥέκται πραγμάτων εἰδότες ὀτρύνειν δῆμον εἰς ταραχήν. Θόρυβος τοίνυν ἦρτο πολὺς τῶν μὲν βουλομένων σῴζεσθαι τὸν Οὐρσέλιον καὶ τὸ πλῆθος ἀντιλαβέσθαι τούτου ἐρεθι ζόντων, τῶν δὲ ἐκταραττομένων (τοιοῦτον γὰρ τὸ συρφετῶ δες πλῆθος) καὶ τὸν Οὐρσέλιον ἁρπάσαι θελόντων καὶ τῶν δεσμῶν ἀπολύειν. ∆ῆμον οὖν ὁ στρατοπεδάρχης τοσοῦτον ὁρῶν μαινόμενον ὡς ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτὸν ἐγνώ κει, καταπεπτώκει μὲν οὐδαμῶς, ἀλλ' ἐπιρρώσας ἑαυτὸν